Digital Corpus for Graeco-Arabic Studies

Galen: De Difficultate Respirationis (Difficulties in Breathing)

Kühn 1824

ἐλέγομεν ὑπάρχειν, ἔχομεν γνωρίσματα καὶ πόνου καὶ χρείας μειώσεως μεγάλα. καὶ ἡ τρίτη δὲ ῥηθεῖσα συζυγία, ἡ ἀραιά τε ἅμα καὶ ταχεῖα, δηλώσει μὲν οὐδὲν ἐξ ἀνάγκης, συνεδρεύει δ’ ἤτοι παραφροσύναις τισὶν, ἢ καὶ σὺν αὐταῖς ταῖς τῆς χρείας αὐξήσεσιν. εἴρηται δὲ καὶ πρόσθεν, ὡς τῶν παραπαιόντων ἀραιὰ μὲν πάντως ἐστὶν ἡ ἀναπνοὴ καὶ μεγάλη, ταχεῖα δὲ οὐ πάντως, ὥσπερ οὐδὲ βραδεῖα· γίγνεσθαι γὰρ ἑκάτερον αὐτῶν ἀτάκτως τε καὶ ἀνωμάλως· ὅταν μέντοι συνέλθῃ καὶ ἡ τῆς χρείας αὔξησις, ἀναγκάζονται τηνικαῦτα καὶ πολὺ μεῖζον ἀναπνεῖν ἢ εἰ παρέπαιον μόνον, καὶ ἤδη τε καὶ θᾶττον, ὥστε καὶ ταύτης τῆς συζυγίας οὐδὲν εἰς τὰς προγνώσεις δεόμεθα, τὰ δι’ αὐτῆς δηλούμενα μετὰ τοῦ διορισμοῦ φθάνοντες ἔχειν ἐν ταῖς πρώταις συζυγίαις τέτταρσι. λοιπὸν δ’ ἦν ἡ τετάρτη τῶν κατὰ τοῦτο τὸ γένος συνθέτων δυσπνοιῶν, ἡ βραδεῖά τε ἅμα καὶ ἀραιὰ, ἥ τις καὶ αὐτὴ παραφροσύναις τέ τισι συνεδρεύει καὶ χρείας μειώσεσιν. οὐκοῦν οὐδὲ ταύτης οὐκέτι προσδεόμεθα· καὶ γὰρ παραφροσύνην καὶ χρείαν μειουμένην ἐγνωρίζομεν ἐκ τῶν πρώτων τεττάρων συζυγιῶν.



Work

Title: Galen: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 753-960

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_070.xml [423 Kb]