De Locis Affectis (On Affected Parts)
Kühn 1824
ἐπιτραφέντος αὐτῷ παρὰ φύσιν ἤτοι σαρκοειδοῦς ἢ πωροειδοῦς
σώματος, ἢ καὶ φράξαντός τινος τὸν πόρον. αὐτὸ μὲν
δὴ τὸ σῶμα πρὸς ἀξιόλογον ὄγκον ἐπιδίδοται φλεγμαῖνον,
ἢ σκιῤῥούμενον, ἢ ἀφιστάμενον, ἢ ὁπωσοῦν οἰδισκόμενον·
ἐπιτραφήσεται δὲ τῷ πόρῳ σὰρξ μὲν, ἑλκώσεώς τινος προηγησαμένης,
ἑτέρα δέ τις οὐσία χρόνῳ πολλῷ κατὰ βραχὺ
χυμοῦ παχέος καὶ γλίσχρου γεννήσαντος αὐτήν. ἐμφραχθήσεται
δ’ ὑπό τε λίθου καὶ θρόμβου καὶ πύου καὶ χυμοῦ
παχέος τε καὶ γλίσχρου. ταῦτ’ οὖν χρὴ διορίζεσθαι πάντα,
μὴ μόνον τὰ παρόντα συμπτώματα θεώμενον, ἀλλὰ καὶ τὰ
προηγησάμενα. φέρε γὰρ, ὑποκείσθω παιδίον μὲν τὸ κάμνον,
ἔμπροσθεν δ’ αὐτῷ γεγονέναι τὰ τοῦ λίθου σημεῖα, τὸ μὲν
οὖρον ὑδατῶδες, ὑποστάσεις δέ τινες ψαμμώδεις ἐν αὐτῷ,
καὶ κνώμενον τὸ αἰδοῖον συνεχῶς, καὶ χαλώμενον ἢ ἐντεινόμενον
ἀλόγως, ἔπειτ’ ἐξαίφνης ἰσχουρῆσαν· ἐπὶ τούτῳ τις οὐκ
ἄνευ λόγου ὑπονοήσειεν ἂν, ἐμπεπτωκέναι τῷ τραχήλῳ τῆς
κύστεως τὸν λίθον. ὕπτιόν τε οὖν σχηματίσας τὸ παιδίον,
ὑψηλότερά τε πολλῷ τοῦ λοιποῦ σώματος ἐργασάμενος τὰ
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]