De Locis Affectis (On Affected Parts)
Kühn 1824
ἄρχεται μὲν γὰρ ἐνίοτε καὶ χωρὶς πυρετοῦ τὸ κατὰ τὴν ψυχρὰν
δυσκρασίαν πάθος, ἡνίκα λεπτὸς ἰχὼρ αἵματος ἐκκρίνεται·
προϊόντος δὲ τοῦ χρόνου καὶ διαφθειρομένου τοῦ κατὰ τὸ
σπλάγχνον αἵματος, ἐπιγίγνονται πυρετοί. καὶ λίαν γε καταφρονοῦσιν
αὐτῶν οἱ ἄπειροι, καί ποτε καὶ τελέως ἀπύρετος
αὐτοῖς ἔδοξεν ὁ κάμνων εἶναι, καὶ γεγονέναι τοῦτο λογίζονται
διὰ τὰς ἀσιτίας, ἃς διὰ τὴν ἀνορεξίαν μᾶλλον ἢ τὴν τῶν
ἰατρῶν πρόσταξιν οἱ πάσχοντες οὕτω ποιοῦνται. κατὰ γαστέρα
τε οὖν οὐδενὸς ἐκκριθέντος ἐν τῷ μεταξὺ καὶ τοῦ πυρετοῦ
δόξαντος οὐδ’ ὅλως εἶναι, λούουσίν τε καὶ συγχωροῦσιν
ἀμελέστερον διαιτηθῆναι. οὕτως αὖ πάλιν ἥ τε γαστὴρ
ἐκκρίνει διεφθαρμένα τὰ σιτία, καί τι καὶ τῶν ἡπατικῶν ἠκολούθει
διαχωρημάτων. ἐνίοις δὲ τῶν κατὰ ψυχρὰν δυσκρασίαν
ἀρξαμένων νοσεῖν οὐ μόνον οὐδὲν ἐκλύεται τὰ τῶν
ὀρέξεων, ἀλλὰ καὶ πεινῇν ἐνίοτέ φασι νῦν μᾶλλον ἤ
πρόσθεν. οὐ μὴν ταῖς γε θερμαῖς δυσκρασίαις ἕπεταί ποτ’
ὄρεξις σιτίων, ἀλλ’ ἀνορεξία τε δεινὴ καὶ δίψος καρτερὸν
καὶ πυρετὸς οὐκ ἀγεννὴς καὶ μοχθηρῶν χυμῶν ἔμετος.
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]