Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

πάθη, πᾶσι τοῖς ἰατροῖς, ὅσοι γε μὴ διὰ φιλονεικίαν αἱρέσεως ἄλλα μὲν ἐν τῇ ψυχῇ φρονοῦσιν, ἄλλα δὲ λέγουσιν, ὡμολόγηται· τὸ δὲ τὴν δυσκρασίαν ὁποία τίς ἐστιν εὑρεῖν, οὐ σμικρὸν ἔργον, ἐν ᾧ χρὴ φιλόπονόν τε καὶ ζητητικὸν εἶναι τὸν ἰατρὸν, οὐκ ἐν τῷ σκοπεῖν ὅπως ἀντείπῃ τοῖς καλῶς εἰρημένοις ὑπὸ τῶν παλαιῶν περὶ ψυχῆς ἡγεμονικοῦ, πράγματος οὕτως ἐναργοῦς, ὡς καὶ τοῖς ἰδιώταις πεπιστεῦσθαι κατὰ τὸν ἐγκέφαλον εἶναι. φιλοσόφοις μὲν οὖν ἐν γωνίᾳ καθημένοις ἁμαρτάνειν ἐν τῷδε τάχ’ ἄν τις συγγνοίη· γεγηρακόσι δ’ ἐν τοῖς ἰατρικοῖς ἔργοις ἀσύγγνωστος ἡ φιλονεικία, τάχα δ’ ἀληθέστερόν ἐστιν εἰπεῖν, ἀναισχυντία· τῶν τε γὰρ ἀγρυπνούντων πάντων ἀῤῥώστων τὴν κεφαλὴν καταντλοῦσι τῶν τε παραπαιόντων καὶ φρενιτιζόντων καὶ ληθαργικῶν· Ἀρχιγένης δὲ καὶ τῶν τὴν μνήμην βλαβέντων τῇ κεφαλῇ προσφέρει τὰ βοηθήματα, κᾂν μωρωθέντα δέ τινα θεραπεύειν ἐπιχειρήσῃ, καὶ τούτου τῇ κεφαλῇ προσοίσει πάντα. τίς δὲ τριβακὸς ἰατρὸς ἀποπλήκτους, ἢ ἐπιλήπτους, ἢ ὀπισθοτονικοὺς, ἢ ἐμπροσθοτονικοὺς, ἢ τετανικοὺς ἑτέρως ἰᾶται;

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]