De Locis Affectis (On Affected Parts)
Kühn 1824
ἐργάζεται τὴν ἀναπνοὴν, ὡς ἐν τοῖς περὶ δυσπνοίας
ὑπομνήμασιν ἐδείχθη, καθάπερ γε καὶ τῶν γειτνιώντων τε
καὶ συγκινουμένων. λέλεκται δ’ ἔμπροσθεν ἐν τοῖς τοῦ νωτιαίου
πάθεσιν, ὅπως ἀναπνοὴ βλάπτεται, μηδὲν αὐτοῦ πεπονθότος
ἴδιον πάθημα τοῦ θώρακος, ἀλλ’ ἤτοι τινος τῶν
ἀπὸ τοῦ νωτιαίου νεύρων, ἢ αὐτοῦ τοῦ νωτιαίου. τῶν δ’
ἰδίων τοῦ θώρακος παθῶν ἔνια μὲν ἐν τοῖς μυσὶν αὐτοῦ,
τινὰ δὲ κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα συνίσταται·
περὶ δὲ τῶν κατὰ τὸ δέρμα καὶ τὰ τῶν πλευρῶν ὀστᾶ νῦν
οὐ πρόκειται λέγειν, αἰσθητὸν ἐχόντων τὸν πεπονθότα τόπον.
διττῶν οὖν ὄντων τῶν κατ’ αὐτὸν μυῶν, τῶν μὲν ἀναπληρούντων
τὰ μεσοπλεύρια καλούμενα, τῶν δ’ ἔξωθεν αὐτοῖς
ἐπιβεβλημένων, αἱ μὲν τῶν ἔξωθεν ὀδυνηραὶ διαθέσεις, ἑλκωθέντων,
ἢ θλασθέντων, ἢ ἀπόστημα σχόντων, ἢ ἐρυσίπελας,
ἢ φλεγμονὴν, οὐκ ἀσαφῶς διαγιγνώσκονται τοῖς ἰατροῖς
ἐπιβάλλουσι τὰς χεῖρας· αἱ δὲ τῶν μεσοπλευρίων μυῶν
φλεγμοναὶ, καὶ μάλιστα τῶν ἐν βάθει, διφυεῖς γάρ εἰσιν, ὡς
ἴστε, τὴν μὲν ἁφὴν ἡμῶν λανθάνουσιν, ὀδυνῶσι δὲ τῶν ἐπιπολῆς
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]