De Locis Affectis (On Affected Parts)
Kühn 1824
διὰ τῆς γεύσεως, ὅτι μελίκρατόν ἐστι, γνωριζόμενον.
ὅπως δὲ γίγνεται τοῦτο, καὶ δι’ ὧντινων ὁδῶν εἰς
τὴν τραχεῖαν ἀρτηρίαν ἀφικνεῖται, πάρεστι σκοπεῖσθαι τῷ
βουληθέντι, φυλαττομένῳ παθεῖν ὅπερ ἔπαθον ἔνιοι τῶν
ἀπορηθέντων ἐν τῇ τῆς αἰτίας εὑρέσει, τάχα μὲν ἑαυτοὺς πείσαντες
ἀδύνατον εἶναι τὴν ἐκ τῶν κενῶν τοῦ θώρακος εἰς τὸν
πνεύμονα μετάληψιν, ἴσως δὲ καὶ προσποιησάμενοι διὰ τὸ
μὴ βούλεσθαι δοκεῖν ἀπορεῖσθαι. χρὴ δ’ ὅτι μὲν ἡ μετάληψις
γίνεται, πεπεῖσθαι· φαίνεται γὰρ ἐναργῶς ἐπὶ τῶν
συντρήσεων· ὅπως δὲ γίνεται, ζητεῖν, ἀγαπῶντας μὲν εἰ
εὕροιμεν, ἄχρι δ’ ἂν οὐδέπω πεπεικότες ἑαυτοὺς ὦμεν εὑρηκέναι,
τὴν ἄγνοιαν ὁμολογοῦντας μᾶλλον ἢ καταψευδομένους
τοῦ γιγνομένου. φαίνεται δὲ κᾀπὶ τῶν ἐναίμως κολλωμένων
συντρήσεων ἀναπτυόμενά τινα γνωρίσματα τοῦ ῥυέντος αἵματος
ἐν ταῖς τρώσεσιν εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος
χώραν· ἐναργὴς δ’ ἐστὶ κᾀπὶ τῶν ἐμπύων ἥ τ’ ἐν τῇ
χώρᾳ ταύτῃ τοῦ πύου σύστασις ἥ τ’ ἐξ αὐτοῦ πτύσις ἅμα
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]