De Locis Affectis (On Affected Parts)
Kühn 1824
τε καὶ συνελαύνεσθαι πρὸς τὰ πέρατα τῶν ἀρτηριῶν,
πλὴν εἴποτέ τινες ἀρτηρίαι τρωθεῖσαι, κενωθέντος ἐξ αὐτῶν
κατὰ τὸ τραῦμα τοῦ πνεύματος, ἐκ τῆς πρὸς τὸ κενούμενον
ἀκολουθίας διαδέξονται τὸ αἷμα. κατὰ τοῦτον οὖν τὸν λόγον
οὐκ ἂν γενέσθαι φασὶ φλεγμονὴν ἐν ταῖς τοῦ πνεύμονος
ἀρτηρίαις· εἰ γὰρ καὶ παρεμπέσοι ποτ’ αὐταῖς αἷμα, μηδεμίαν
ἀπάντησιν αὐτῷ πρὸς τὸ πνεῦμα γίγνεσθαι. κατὰ γάρτοι
μόνας τὰς τοῦ πνεύμονος ἀρτηρίας οὐ βούλεται παρὰ τῆς
καρδίας φέρεσθαι τὸ πνεῦμα, καθάπερ εἰς τὰς ἄλλας ἁπάσας,
ἀλλ’ ἔμπαλιν αὐτὰς χορηγεῖν τῇ καρδίᾳ τοῦ πνεύματος, ὃ διὰ
τῆς εἰσπνοῆς τῶν τραχειῶν ἀρτηριῶν αἱ λεῖαι μεταλαμβάνουσιν.
τὴν οὖν ἀρτηρίαν ταύτην τὴν ἀπὸ τῆς κατὰ τὴν ῥάχιν
ἀρτηρίας μεγάλης εἰς τὸν πνεύμονα φερομένην φασὶ τήν τε
φλεγμονὴν ὑπομένειν κατὰ τὰ πέρατα καὶ τὴν ἐκ τοῦ θώρακος
ἀναγωγὴν ἐργάζεσθαι τοῦ αἵματος. ἀλλὰ τὸν μὲν περὶ
τῆς φλεγμονῆς λόγον οὐ νῦν πρόκειται σκοπεῖν· ἡ δὲ μετάληψις
τοῦ αἵματος, ἣν ἐκ τῆς μεγάλης ἀρτηρίας εἰς τὸν πνεύμονα
γίγνεσθαί φασιν, οὐκ ὀρθῶς φαίνεται λεγομένη. πρῶτον
μὲν γὰρ εἰς μεγάλην ἀρτηρίαν ἐκ τῶν μεσοπλευρίων ἀδύνατον
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]