Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

ἄρχεται μὲν γὰρ ἐνίοτε καὶ χωρὶς πυρετοῦ τὸ κατὰ τὴν ψυχρὰν δυσκρασίαν πάθος, ἡνίκα λεπτὸς ἰχὼρ αἵματος ἐκκρίνεται· προϊόντος δὲ τοῦ χρόνου καὶ διαφθειρομένου τοῦ κατὰ τὸ σπλάγχνον αἵματος, ἐπιγίγνονται πυρετοί. καὶ λίαν γε καταφρονοῦσιν αὐτῶν οἱ ἄπειροι, καί ποτε καὶ τελέως ἀπύρετος αὐτοῖς ἔδοξεν ὁ κάμνων εἶναι, καὶ γεγονέναι τοῦτο λογίζονται διὰ τὰς ἀσιτίας, ἃς διὰ τὴν ἀνορεξίαν μᾶλλον ἢ τὴν τῶν ἰατρῶν πρόσταξιν οἱ πάσχοντες οὕτω ποιοῦνται. κατὰ γαστέρα τε οὖν οὐδενὸς ἐκκριθέντος ἐν τῷ μεταξὺ καὶ τοῦ πυρετοῦ δόξαντος οὐδ’ ὅλως εἶναι, λούουσίν τε καὶ συγχωροῦσιν ἀμελέστερον διαιτηθῆναι. οὕτως αὖ πάλιν ἥ τε γαστὴρ ἐκκρίνει διεφθαρμένα τὰ σιτία, καί τι καὶ τῶν ἡπατικῶν ἠκολούθει διαχωρημάτων. ἐνίοις δὲ τῶν κατὰ ψυχρὰν δυσκρασίαν ἀρξαμένων νοσεῖν οὐ μόνον οὐδὲν ἐκλύεται τὰ τῶν ὀρέξεων, ἀλλὰ καὶ πεινῇν ἐνίοτέ φασι νῦν μᾶλλον ἤ πρόσθεν. οὐ μὴν ταῖς γε θερμαῖς δυσκρασίαις ἕπεταί ποτ’ ὄρεξις σιτίων, ἀλλ’ ἀνορεξία τε δεινὴ καὶ δίψος καρτερὸν καὶ πυρετὸς οὐκ ἀγεννὴς καὶ μοχθηρῶν χυμῶν ἔμετος.

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]