Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

ὁ Γλαύκων ἐκ τοῦ σφυγμοῦ μόνου τὴν διάγνωσιν τοῦ πεπονθότος τόπου νομίσας γεγονέναι, καταφανὴς ἦν μοι θαυμάζων. ὅπως οὖν αὐτὸν μᾶλλον ἐκπλήξαιμι, προσετίθην καὶ ταῦτα· καθάπερ, ἔφην, ὡμολόγηκας ἐνταυθοῖ ἀλγεῖν, προσομολόγησον ὅτι καὶ τοῦ βῆξαι γίγνεταί σοι προθυμία, καὶ βήττεις ἐκ διαστημάτων μειζόνων βηχία σμικρὰ ξηρὰ, μηδενὸς ἀναπτυομένου. ταῦτα λέγοντος ἐμοῦ, κατὰ τύχην ἔβηξε τοιοῦτον εἶδος βηχὸς, ὁποῖον ἔλεγον· ὥστε τὸν Γλαύκωνα μεγάλως θαυμάσαντα μὴ κατέχειν ἑαυτὸν, ἀλλ’ ἐπαινεῖν κεκραγότα μεγάλῃ τῇ φωνῇ. μὴ τοίνυν, ἔφην ἐγὼ, ταῦτα μόνα δόκει τὴν τέχνην ἱκανὴν εἶναι μαντεύεσθαι περὶ τοὺς κάμνοντας, ἀλλὰ καὶ πρὸς αὐτοῖς ἔτι ταυτὶ τὰ νῦν ἐμοὶ λεχθησόμενα· μαρτυρήσει δ’ αὐτοῖς ὁ κάμνων αὐτός. ἐντεῦθεν δὲ πάλιν ἀρξάμενος ἔφην πρὸς αὐτόν· ὅτ’ ἂν ἀναπνεύσῃς μεῖζον, αἰσθάνῃ μὲν δήπου καὶ τῆς κατὰ τὸ χωρίον ὀδύνης, ὃ ἔδειξά σοι, σφοδροτέρας γιγνομένης, αἰσθάνῃ δὲ καὶ βάρους ἐγκειμένου κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπὶ τούτοις οὐδ’ αὐτὸς ὁ νοσῶν ἔτι ἡσύχαζεν, ἀλλὰ θαυμάζων ἐκεκράγει

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]