Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

εἷναι λέγοιτο· πιθανῶς δ’ οὐδὲν ἧττον ἄν τις λέγοι κᾀπὶ τῶν γε στερισκομένων ὕλης τινὸς ἢ δυνάμεως βεβλάφθαι τὸ μόριον, εἴ γε ἐν τῷ παραλαμβάνειν ταῦτα τὴν κατὰ φύσιν εἶχε διοίκησιν. ὥστε κᾀκ τῆς τοιαύτης εἰς ἑκάτερον ἐπιχειρήσεως ἄχρηστος φαίνεται τῶν λογικῶν προβλημάτων ἡ σκέψις, οὐδὲν οὔτ’ εἰς τὴν διάγνωσιν τῶν παθῶν οὔτ’ εἰς τὴν ἴασιν οὔτ’ εἰς τὴν τῶν ἀποβησομένων πρόγνωσιν ὠφελοῦσα. θέασαι γοῦν, ὅπως ἐγὼ μηδ’ ἁψάμενος αὐτῆς διηγήσομαι θεραπείαν ἐκ τῆς τοῦ πεπονθότος τόπου γνώσεως εὑρεθεῖσαν. ἔχων τις ἐπικείμενον φάρμακον τοῖς τρισὶ δακτύλοις τῆς χειρὸς, ἔφασκε τριάκονθ’ ἡμερῶν ἤδη τὴν αἴσθησιν αὐτῶν ἀπολωλέναι, τῆς κινήσεως ἀβλαβοῦς φυλαττομένης, ὀνίνασθαί τε μηδὲν ὑπὸ τῶν ἐπιτιθεμένων φαρμάκων. ὅπερ οὖν εἴωθα ποιεῖν ἐπὶ τῶν τοιούτων, οὐδὲ τότε παρέλιπον, ἀλλ’ ἠρώτησα καλέσας τὸν προνοούμενον αὐτοῦ τῶν δακτύλων ἰατρὸν, ὁποίοις τισὶ χρησάμενος εἴη φαρμάκοις· ὡς δὲ τοῖς προσήκουσιν εὗρον, ἐζήτουν τὴν αἰτίαν τοῦ μηδὲν ὠφελεῖσθαι τὸν ἄνθρωπον,

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]