Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

θερμὰ καὶ πνευματώδη πάντ’ ἐστί· ὥσπερ αὖ τὰ ἐναντία πάντα ἄφυσα καὶ ψύχοντα μᾶλλον ἢ θερμαίνοντα. προσέχειν δὲ χρὴ τῷ λόγῳ μὴ παρατρέχοντα· φάρμακα γὰρ εἶπον, οὐκ ἐδέσματα, διότι τῶν ἐδεσμάτων ἔνια μὲν γεννητικὰ πολλοῦ σπέρματος ὄντα, κατὰ τοῦτο καὶ τὰς εἰς τὴν λαγνείαν ὁρμὰς παροξύνει. ταῦτα μὲν οὖν μαρτυρεῖ τῷ λόγῳ, καθ’ ὃν ἀρτίως ἐλέγετο καὶ τοὺς τῶν ἀφροδισίων ἀποσχομένους ἐνίοτε τοῖς πριαπισμοῖς ἁλίσκεσθαι· συμβαίνει γὰρ τοῦτο τοῖς πολυσπέρμοις τε ἅμα καὶ παρὰ τὸ ἔθος ἀποσχομένοις, ὅτ’ ἄν μὴ διαπονῶσι πλήθει γυμνασίων τὴν περιουσίαν τοῦ αἵματος, καὶ μάλιστα ἐξ αὐτῶν ὅσοι τῆς μὲν τῶν ἀφροδισίων ἐννοίας οὐκ ἀπηλλάγησαν, ὥσπερ οἱ σωφρονικοί τε φύσει καὶ χρόνῳ πλέονι τὴν τοιαύτην ἐγκράτειαν ἀσκήσαντες, εἰς φαντασίαν δ’ αὐτῶν ἀφικνούμενοι, διά τε θεαμάτων ἐξορμᾷν αὐτοὺς δυναμένων καὶ δι’ ἀναμνήσεως αὐτῶν· ἐναντιωτάτη γὰρ ἡ τούτων τῶν ἀνθρώπων διάθεσις ἐν τοῖς αἰδοίοις γίγνεται τῇ τῶν οὐδ’ ὅλως εἰς ἔννοιαν ἀφροδισίων ἐρχομένων. καί τινι

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]