De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
εἶναί φησιν. οὐκ ἀνασχόμενος δὲ τούτου πέμπτος τις
ἄλλος ἔτι σεμνότερον ἐπιπλήξας, τὸν πλήρη τε ἅμα καὶ παχὺν
σφοδρὸν εἶναί φησι. καὶ ναὶ μὰ Δία γε ἕκτος τις ἄλλος
ἐπ’ αὐτοῖς τὸν μέγαν ἅμα καὶ πλήρη, τοῦτον εἶναί φησι
τὸν σφοδρόν. εἰ δὲ καὶ ἕβδομός τις καὶ ὄγδοος παρεῖεν ἐν
τούτοις, ὁ μὲν μηδὲν διαφέρειν λέγων τοῦ πλήρους αὐτὸν,
ὁ δὲ τῷ σκληρῷ τὸν αὐτὸν εἶναι, πηλίκην οἴει μάχην ἔσεσθαι;
ἢ δηλονότι τηλικαύτην, οἵαν πολλάκις ὁρῶμεν ἔν τε τῷ τῆς
εἰρήνης τεμένει καὶ ἐπ’ αὐτῶν τῶν ἀῤῥώστων; ὥστε τινὰς
μηδὲ τὼ χεῖρε κατέχειν ἔτι· τοσοῦτον ἀποδέουσιν αἰσχροῦ
ῥήματος ἀποσχέσθαι. καὶ τὰ μὲν τούτων τῶν νῦν ἡμῖν
ὀχλούντων ἧττον δεινὰ, καί περ ὄντα δεινότατα. τὰ δὲ τῶν
συγγράφειν ἐπιχειρησάντων οὐκ ἀνασχετά. πρόχειρος μὲν
γὰρ ὁ τῆς ἀχρηστίας τοῦ ζητήματος ἔλεγχος. οἱ δὲ οὐχ ὁρῶσιν
αὐτὸν, ἀλλὰ πάντες ὡδί πως γράφουσιν· ὁ τοιόσδε
σφυγμὸς σφοδρός ἐστι, καὶ ὁ τοιόσδε πλήρης ἐστὶ, καὶ
ὁ τοιόσδε πυκνός ἐστι, δέον ἀφελεῖν μὲν τὸ ἐστὶ, προσθεῖναι
δὲ μάλιστα μὲν, εἰ οἷόν τε, τὸ καλεῖται. τούτου δ’ ἀποροῦντας
τὸ καλείσθω, καὶ οὕτως ἤδη διδάσκειν, οἷόν τι
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]