De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
ἐν τούτῳ μὲν οὖν τῷ διαγράμματι τὰς κατὰ τὸ μῆκος τρεῖς διαφορὰς ταῖς κατὰ τὸ πλάτος τρισὶ συμπλέξαντες ἐννέα συζυγίας ἐποιήσαμεν. ἕτερον δ’ αὖ διάγραμμα κατὰ τὸν αὐτὸν γένοιτο τρόπον ταῖς τοῦ μήκους τρισὶ διαφοραῖς, τὰς τοῦ βάθους τρεῖς ἔχον ἐζευγμένας, καὶ ἄλλο τρίτον, ἐν ᾧ ταῖς τοῦ βάθους τρισὶν αἱ τοῦ πλάτους τρεῖς συμπλακήσονται. καὶ πρόδηλον, ὡς καθ’ ἕκαστον αὐτῶν ἐννέα γενήσονται συζυγίαι. ὥστ’ εἶναι τὰς πάσας ἑπτὰ καὶ εἴκοσι. δῆλον οὖν ἤδη γέγονεν, ὡς καὶ τούτων τῶν κατὰ σύνδυο νοουμένων παμπόλλους παρῆκεν ὁ Ἀρχιγένης, ὥσπερ καὶ τῶν ἄλλων. ἡμεῖς δὲ τούτους μὲν παρήκαμεν δι’ ἃς εἴπομεν αἰτίας, ἐγράψαμεν δὲ τούς τε κατὰ μίαν διάστασιν νοουμένους ἐννέα τὸν ἀριθμὸν ὄντας καὶ τοὺς κατὰ τὰς τρεῖς ἅμα, τοὺς ἐν τῷ διαγράμματι, τοὺς ἑπτὰ καὶ εἴκοσιν. ἁπάντων δὲ τούτων κοινὸν γένος ἐποιήσαμεν οὐ τὸ μέγεθος, ἀλλὰ τὸ ποσὸν τῆς διαστολῆς, δηλοῦμέν τε τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν τὰς μὲν ὀνόματι, τὰς δὲ λόγοις. οὔτε γὰρ ἔχουσιν ὀνόματα πᾶσαι καὶ νομοθετεῖν καινὰ περιττὸν ἡγούμεθα,
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]