Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

μηδέν γε δὴ χεῖρον τῶν λόγων δηλοῦν δυναμένων. ἐμοὶ μὲν γὰρ δοκοῦσι μὴ πολὺ χεῖρον, ἀλλὰ καὶ πολὺ βέλτιον τῶν ὀνομάτων διδάσκειν οἱ λόγοι. τά τε γὰρ ἄλλα καὶ τὰς πλείστας τῶν διαφορῶν τέμνουσιν εἰς ἄλλας πλείους, καθάπερ εἰρήκαμεν ἐπὶ τοῦ μεγάλου σφυγμοῦ. τούτου γὰρ αὐτοῦ πάλιν ἓξ διαφορὰς ἔστι καὶ νοῆσαι καὶ λόγῳ διερμηνεῦσαι, τὸν μέν τινα μέγιστον ἐν αὐταῖς νοήσαντα καὶ καλέσαντα τὸν πλεῖστον ἀπέχοντα τοῦ συμμέτρου, τὸν δ’ ἁπλῶς μέγαν, τὸν μεταξὺ τοῦ μεγίστου καὶ τοῦ συμμέτρου. μεταξὺ δ’ ἑκατέρων ἄλλας θεῖναι δύο διαφορὰς ἐγχωρεῖ, τὴν μὲν ὀλίγῳ μείζονα τοῦ συμμέτρου, τὴν δ’ ἀπολειπομένην ὀλίγῳ τοῦ μεγίστου. τὸ δ’ οὕτως τέμνειν ὅτι μέν ἐστιν εἰς τὰς προγνώσεις χρησιμώτατον, ἅπαντι δῆλον ὅτῳ καὶ μικρὸν ἐμέλησε τῶν ἔργων τῆς τέχνης. καὶ γὰρ ἐπὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ πάντων ἁπλῶς τῶν κατὰ τὴν τέχνην τὸ διαιρεῖν ἐπὶ σμικρότητα δύνασθαι καὶ ταῖς κατ’ ὀλίγον ὑπεροχαῖς πειρᾶσθαι παρακολουθεῖν ἀνδρός ἐστιν ἄλλως τε συνετοῦ καὶ προσέτι γεγυμνασμένου κατὰ τὰ ἔργα καὶ περὶ

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]