Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

γνωρίζειν, τῇ δὲ τὰς ἀξιολόγους μόνον. καὶ γὰρ καὶ τὰς τῆς φωνῆς ὑπεροχὰς ὁ μὲν μουσικὸς οὐκ ἄχρι τόνου καὶ ἡμιτονίου μόνον, ἀλλὰ καὶ μέχρι διέσεως ἱκανῶς διαγινώσκει, ὁ δ’ ἰδιώτης οὐδὲ δυοῖν τόνοιν ὑπεροχὴν ἀκούειν οἷός τε. καὶ γοῦν καὶ ἡμεῖς τό γε νῦν εἷναι τὴν ἡμετέραν αἴσθησιν ἐξηγησάμεθα, παρακολουθοῦμεν γὰρ ἐν τῇ τοῦ συμμέτρου καθ’ ἕκαστον γένος ὑπερβολῇ τε καὶ ἐνδείᾳ διαφοραῖς σφυγμῶν ἕξ. ἀλλ’ ἀρκεῖ τοῖς εἰσαγομένοις, τὰ μὲν πρῶτα μιᾶς ἑτέρας αἰσθάνεσθαι καὶ χωρίζειν αὐτὰς δύνασθαι τῆς συμμέτρου· χρόνῳ δ’ ἂν, οἶμαι, τριβομένοις αὐτοῖς περὶ τὸ πρᾶγμα πρῶτον μὲν ἴσως διχῇ τέμνειν αὐτὰς, εἶτα δὲ καὶ τριχῇ καὶ τετραχῇ περιέσται. ταῦτα πάντα μάλιστα μὲν ὑπὲρ τοῦ δεῖξαι πολλῶν σφυγμῶν ἓν γένος κοινὸν εἴρηται, χρήσιμα δ’ ἐστὶ καὶ αὐτὰ καθ’ ἑαυτὰ γινώσκεσθαι, καὶ ἡμεῖς τοῖς ἤδη προήκουσιν ἐν τοῖς μαθήμασι τὰ τοιαῦτα λέγομεν, ὧν περ δὴ καὶ μόνων ἐστὶν ἀκούσματα. ὅτι μὲν οὖν ἐστί τι γένος σφυγμῶν τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων, αὐτάρκως δέδεικται.



Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]