Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

Ὅτι δὲ καὶ τῶν πρώτων ἐστὶ γενῶν, οἶδα γὰρ καὶ τοῦτ’ ἐπαγγειλάμενος δείξειν, ᾧδ’ ἂν μάλιστα μάθοις, εἰ πειραθείης καθ’ ἕκαστον τῶν ἄλλων γενῶν τὴν αὐτὴν ποιήσασθαι γυμνασίαν, ἣν ἐπὶ τούτου νῦν ἐποιησάμεθα. ποιήσεις δὲ μάλιστα οὕτως, εἰ καθ’ ἕκαστον αὐτῶν προχειριζόμενος, ἐπισκοποῖο τί κοινὸν γένος ἀνωτάτω ἐνδέχεται συστῆναι, τούτου τε κατὰ τὸ ποσὸν τῆς διαστολῆς καὶ τοῦ σὺν αὐτῷ προτεινομένου. φέρε γὰρ ἐπειδὴ ταχύς τίς ἐστι· καὶ βραδὺς καὶ σύμμετρος ἐν τῇ κινήσει τῆς ἀρτηρίας σφυγμὸς, καὶ τοῦτο κοινὸν γένος ἐστὶ τὸ ποιὸν τῆς κινήσεως, ὡς κᾀν τοῖς περὶ διαγνώσεως σφυγμῶν ἐπιδείκνυται, σκεπτέον ἡμῖν ἐστι, τί ποτε κοινὸν γένος εὑρεῖν δυνησόμεθα ποιοῦ τε καὶ ποσοῦ. μὴ δυνηθέντες γὰρ ἐν τοῖς πρώτοις γένεσι τάξομεν τό τε ποσὸν τῆς διαστολῆς καὶ τὸ ποιὸν τῆς κινήσεως. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιὸν τοῦ σώματος τῆς ἀρτηρίας ἄλλο γένος ἦν σφυγμῶν, ἐν αὐτῷ γὰρ ὅ τε μαλακὸς καὶ ὁ σκληρὸς καὶ ὁ σύμμετρος κατὰ τὴν σύστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας ἦσαν, ἐπισκεπτέον αὖ πάλιν, τί καὶ τούτων ἐστὶ κοινὸν γένος,

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]