Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

πιστεύειν ἐξηγουμένοις τὸ παρὰ τῷ ποιητῇ λεγόμενον ἐπὶ τοῦ Κύκλωπος,

Πολλῷ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα,

τάχος κινήσεως ὁ ῥοῖζος δηλοῖ. οὐ μὴν ἐβούλετό γε τοῦτο Ἀρχιγένης αὐτὸς, ὁπότ’ ἀντέλεγε τῷ Μάγνῳ, πλὴν εἰ παραπλήσιόν τι τοῖς ῥήτορσι ποιεῖ, κατηγορεῖ πολλάκις ὧν οὐκ ἔγνωκεν. ἀλλ’ οὐκ ᾤμην ἔγωγε. τί ποτ’ οὖν ἐστιν ὃ βούλεται δηλοῦν ὁ ῥοῖζος, εἰ μὴ τὸ τάχος; ἀλλ’ ἆρά γε τὸ ἰσχυρὸν τῆς πληγῆς; ἀλλ’ οὕτως πάλιν ἅμα δυοῖν ἔσται τὸν ὁρισμὸν πεποιημένος, αἰτίου τε τοῦ ποιοῦντος καὶ γιγνομένου πρὸς αὐτοῦ, καὶ μείζων ἡ ἀπορία. πότερον ἑκάτερον αὐτῶν βούλεται τὸν σφοδρὸν εἶναι σφυγμὸν, τό τε τοῦ τόνου μέγεθος καὶ τὸ βίαιον τῆς πληγῆς, ἢ τὸ συναμφότερον, ἄν τε γὰρ ἑκάτερον ἄν τε συναμφότερον, οὐ καλῶς, ὅτι μὴ δυνατὸν, ὡς ἐλέχθη, τὴν αἰτίαν τῷ γιγνομένῳ πρὸς αὐτῆς ταὐτὸν εἶναι. καὶ γὰρ δὴ τὸ φάναι, μείζονα τόνον ἔχειν τῆς κινήσεως τὸν σφοδρὸν σφυγμὸν, ἀσαφές. οὐδὲ γὰρ οὐδ’ ἐνταῦθα συνίημι τί λέγει, πότερον ὑπὸ μείζονος τόνου γίγνεσθαι

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]