De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
καταγνωστικόν. ἀλλ’ ἡμεῖς μετ’ ὀλίγας ἡμέρας ἐπὶ νοσοῦντός
τινος αὐτοῦ τε παρόντος ἐκείνου τοῦ γέροντος καὶ
ἄλλων πολλῶν εὐδοκίμων ἰατρῶν, καὶ πάντων ταραττομένων
ἐπὶ τοῖς ὑπάρχουσι τῷ κάμνοντι συμπτώμασι, κοιλίαν
ἐκταραχθήσεσθαι προειπόντες, εἶτ’ ἐρωτώμενοι πρὸς αὐτῶν,
ὁπόθεν αὐτὸ προειρήκαμεν, πόκον, εἴπομεν, εἰς γναφεῖον
οὐδεὶς ἀποφέρει, δηλοῦντες αὐτοῖς, ὡς πολλοῦ δέουσι τὰ τηλικαῦτα
μανθάνειν, μηδὲ τὰ βραχύτατα γινώσκοντες. ὀλίγων
δ’ ὕστερον ἡμερῶν ἐξ ἀριστεροῦ μυκτῆρος αἱμοῤῥαγίαν
προειπόντες, εἶτ’ αὖθις παρωτίδας ἐσομένας, εἶτα ἄλλο τι
καὶ ἄλλο, τὸ μὲν προγνόντες, τὸ δὲ θεραπεύσαντες, ὧν ἠδυνάτουν
ἐκεῖνοι, δεομένοις αὐτοῖς εἰπεῖν, ἐκ τίνος τὰς τοιαύτας
θεωρίας προλέγετε καὶ πράττετε, διὰ παντὸς ἐσιωπῶμεν,
ἐκείνοις μὲν οὐδὲν ἀποκρινόμενοι, πρὸς δὲ ὑμᾶς αὐτοὺς λέγοντες
τὸ τοῦ Κωμικοῦ,
Ὡς οὔτε στρεβλὸν ὀρθοῦται ξύλον,
Οὔτε γερανδριὸν μετατεθὲν μοσχεύεται.
Οὔτε γερανδριὸν μετατεθὲν μοσχεύεται.
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]