De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
μόνον γίνεσθαι τὰς τοιαύτας ἀνωμαλίας. οὕτω δὲ καλοῦσι
τὰς ἐν πλείοσι σφυγμοῖς συνισταμένας. εἴπωμεν δὲ πρότερον
περὶ τῶν ἐν ἀθροίσματι γινομένων, εἶθ’ οὕτως ἐπὶ τὰς καθ’
ἕνα μεταβησόμεθα, προχειρισάμενοι παραδείγματος ἕνεκα μίαν
αἵρεσιν τῶν περὶ πυκνότητος γεγενημένων, ἥπερ δὴ καὶ σαφεστάτη
ἐστὶ, περὶ τὰ διαλείμματα τῶν πληγῶν συνίστασθαι
νομίζουσα τὸ γένος τοῦτο τῶν σφυγμῶν. ὅταν οὖν ἑξῆς ᾖ
πάντα τὰ διαλείμματα ἴσα κατὰ πάντας τοὺς σφυγμοὺς, ὁμαλὸν
τοῦτον εἶναί φασι, εἰ δὲ τὰ μὲν μείζω, τὰ δ’ ἐλάττω,
δηλονότι ἀνώμαλον, ἐν πυκνότητι καὶ ἀραιότητι. καὶ τὸν
ῥυθμὸν δ’ ὡσαύτως ἐν τῷ λόγῳ τοῦ χρόνου τῆς πληγῆς
πρὸς τὸν τοῦ διαλείμματος συνιστάμενον, ὅταν ἐφεξῆς ὁ αὐτὸς
μένῃ, τότε εἶναί φασιν ὁμαλὸν, εἰ δὲ μεταβάλλει τὸν ἐξ
ἀρχῆς λόγον, ἀνώμαλον γίγνεσθαι, καθάπερ εἰ καὶ τῶν διαλειμμάτων,
ἃ καὶ ἡσυχίας καλοῦσιν, μεταπέσῃ τὰ μεγέθη,
τὴν κατὰ πυκνότητα καὶ ἀραιότητα γίγνεσθαι ἀνωμαλίαν.
ταῦτα μὲν οὖν ὀρθῶς λέγουσιν, καὶ ἔστιν ἀπὸ τῆς εἰρημένης
αἱρέσεως ἐπὶ τὰς ἄλλας μετιόντα γνωρίζειν ὁμαλότητά
τε καὶ ἀνωμαλίαν ἐν ἀμφοτέροις τοῖς γένεσι, τὴν ἐν πλείοσι,
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]