De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
τῷ λόγῳ λείπει διορισμός; οὐ γὰρ ἅπασι τοῖς ἐκ ταὐτοῦ γένος
τὸ μέγα παραβάλλοντες οὕτως ὀνομάζομεν. οὐ γὰρ ἂν
Ἀχιλλεύς θ’ ἅμα καὶ Αἴας ἐλέγοντο μεγάλοι καὶ Πολυδάμας
καὶ Μίλων, εἴ γε τοῦ μὲν Αἴαντος ὁ Ἀχιλλεὺς, τοῦ δὲ Μίλωνος
Πολυδάμας ἦν μείζων, ἀλλὰ δῆλον ὅτι τῷ μέσῳ τε
καὶ μετρίῳ καὶ συμμέτρῳ προσαγορευομένῳ καθ’ ἕκαστον
γένος ὥσπερ κανόνι καὶ κριτηρίῳ τἄλλα παραβάλλοντες,
ὅσα μὲν ὑπὲρ αὐτὸ, μεγάλα πάντ’ εἶναι λέγομεν, ὅσα δ’
ἐναντία, σμικρά. καὶ τοῦτ’ ἔστιν μὲν κᾀν τῷ βίῳ παντὶ,
μάλιστα δ’ οὖν ἐν ταῖς τέχναις· περὶ γὰρ τὴν τοῦ συμμέτρου
θήραν ἔχουσιν ἅπασαι, καὶ τοῦτ’ ἐκπορίζειν σπεύδουσι ταῖς
οὐσίαις περὶ ἃς καταγίγνονται, καὶ πολὺ σιτίον ἐδηδοκέναι
τόνδε τινά φησιν ὁ ἰατρὸς, ὅταν ὑπὲρ τὴν τοῦ τρεφομένου
σώματος ᾖ φύσιν, καὶ ὀλίγον αὖθις, ὅταν ἀπολίπηται συμμετρίας
τοῦ τρεφομένου. οὕτω γοῦν ἀθλητῇ δύο μνᾶς κρεῶν
ὀλίγον εἶναι λέγοντες, τῷ νοσοῦντι πολλάκις ἀπαγορεύομεν
χυλοῦ πτισάνης ἐκροφῆσαι λεκάνιον, ὡς πλέον ὂν τοῦ συμμέτρου.
καὶ μέγαν οὖν σφυγμὸν καὶ μικρὸν ἐροῦμεν τὸν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]