De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
εἰ γὰρ ὁ μὲν μέγιστός θ’ ἅμα καὶ σφοδρότατος ἰσχυρᾶς ἀνέχεται
θλίψεως, τῶν δ’ ἄλλων ἕκαστος εἰς ὅσον ἂν ἤτοι σφοδρότητος,
ἢ μεγέθους ἐνδεῶς ἔχῃ, εἰς τοσοῦτον ἐλάττονος,
πρῶτον μὲν ἀκριβῶς χρὴ πόσον ἀπολείπονται τοῦ μεγίστου θ’
ἅμα καὶ σφοδροτάτου διαγινώσκειν, δεύτερον δὲ συλλογίζεσθαι
πόσον ἀρκεῖ τῆς θλίψεως ἐπενεῖναι τοῖς οὕτως ἔχουσιν.
ἑκατέρως γὰρ ἁμαρτάνειν ἀναγκαῖον, εἴθ’ ὑπερβάλλοιμεν τῆς
ἀναλογίας, εἴτ’ ἐλλείποιμεν· ἐφ’ ὧν μὲν γὰρ ἂν ἔλαττον ἤδη
θλίψωμεν, ἐκφεύξεταί τι τῆς ἐντὸς ἡμᾶς κινήσεως, ἐφ’ ὧν δ’
ἂν πλέον, τῆς ἐκτός. ὥστε πρῶτον μὲν ἀνώμαλόν ποτε τὴν
κίνησιν οὖσαν οὐ γνωριοῦμεν, ἔπειτα δὲ καὶ ψευδῶς ὑπὲρ
ὅλης ἀποφανούμεθα πολλάκις ἀφ’ ὧν ἐν τοῖς μέρεσι κακῶς
διέγνωμεν. εἰ γὰρ ἤτοι τὸ πρότερον αὐτῆς μόριον ὠκύτερον,
ἢ τὸ δεύτερον ὑπάρχει, γιγνώσκοιτο δ’ ἡμῖν αὐτῶν θάτερον
μόνον, ἀνάγκη πρῶτον μὲν ὡς ἀνώμαλός ἐστιν ἡ σύμπασα
κίνησις ἀγνοεῖν, ἔπειτα δ’ ἤτοι ταχεῖαν, ἢ βραδεῖαν αὐτὴν
εἶναι νομίσομεν, οὐδ’ ἑτέραν ἁπλῶς ὑπάρχουσαν. ἧς γὰρ κινήσεως
τὸ μὲν πρότερον ᾖ μόριον ὠκὺ, τὸ δὲ δεύτερον βραδὺ,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]