De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ταῖς εὐρυχωρίαις, οὐ πάνυ μὲν ἡ λέξις ἀποσαφεῖ, τῇ δ’ ὅλῃ
τῶν ἀνδρῶν γνώμῃ τεκμήραιτ’ ἄν τις τὸ ζωτικὸν αὐτὸν λέγειν.
ἀλλ’ εἴτε τοῦτο, ἢ ἐκεῖνο, τό γε τοσοῦτον ἐν παρόντι
παρακλητέον αὐτόν τε καὶ τοὺς ἀπ’ αὐτοῦ μηδέπω δόγματα
τοῖς τῆς αἰσθήσεως ἀναμιγνύναι πάθεσιν, ἀλλ’ ὡς ἐμπειρικὸν,
οὐ γὰρ ἀτιμάζει τὴν ἐμπειρίαν, διαλεχθῆναι πρότερον ἡμῖν
ὑπὲρ αὐτῶν τῶν λεγομένων κατὰ τὴν ἁφὴν, εἶτ’ αὖθις, ὅπως
ἐξ αὐτῶν χρὴ διὰ τοῦ λόγου μεταβαίνειν ἐπὶ τὰ δόγματα, διδάξαι.
τίνα τοίνυν τὰ τῆς αἰσθήσεως πάθη κατ’ αὐτὸν, εἰ
μεταθείημεν τὸ τοῦ πνεύματος ὄνομα, καὶ πληγὴν εἴποιμεν;
ἔσται γὰρ ὁ λόγος τοιοῦτος· ὁ πλήρης σφυγμὸς τεταμένην
καὶ ἐξεριστικὴν δι’ ὅλου τὴν πληγὴν παρίστησιν, ὁ δὲ κενὸς
οἷον διαῤῥέουσαν καὶ ταῖς ἀντιβάσεσιν ἐμφανιζομένην, ὡς
ῥήξει τινὸς ὑδατίνης πομφόλυγος ἐοικέναι. τούτων δὲ οὕτω
καλῶς μετειλημμένων, μικρὸν ἐπελίξαντες αὐτοῦ τὸ βιβλίον,
θεασώμεθα τί λέγει περὶ σφοδροῦ καὶ ἀμυδροῦ σφυγμοῦ.
ἔχει δὲ ἡ λέξις οὕτως· διότι μὲν οὖν σφοδρός ἐστιν ὁ
σφυγμὸς βιαίως κρούων τὴν ἁφὴν καὶ κατὰ τὴν πρόσαλσιν
ἰσχυρῶς αὐτὴν ἀνατρέπων, δῆλόν τ’ ἐστὶν αὐτόθι
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]