De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ἐξηγησάμεθα τὸ πάθημα τῆς ἁφῆς, ἕτερον μὲν ἐπὶ τοῖς σφοδροῖς,
ἕτερον δὲ ἐπὶ τούτοις τοῖς σφυγμοῖς γιγνόμενον, ἀγαλλόμεθα.
δι’ ὑμᾶς γὰρ τοὺς πρεσβυτέρους, τοὺς περὶ τούτων
ἐπιμελῶς ζητήσαντας, ἐξεύρηταί τι καὶ πρὸς ἡμῶν χρηστὸν,
οὐκ ἂν ἄλλως εὑρεθὲν, εἰ μὴ πρὸς ὑμῶν τῶν προπονησάντων
ἐν αὐτοῖς καὶ προκαμόντων ἐγυμνάσθημεν. τοῦτο μὲν
δὴ καταλελείφθω τῷ θλιπτικῷ τῆς ἁφῆς παθήματι, διαγινωσκόμενόν
τε καὶ διακρινόμενον τοῦ σφοδροῦ. τὸ γὰρ ἀνατρεπτικόν
τε καὶ ἀντιβατικὸν ἀπεδώκαμεν ἐκείνῳ. ζητήσωμεν
δ’ ἑξῆς ἐκείνῳ τὰ λοιπὰ δύο γένη τῆς πληρότητος, καὶ πρότερόν
γε τὸ κατ’ αὐτὸ τὸ πνεῦμα νοούμενον, ὥς φατε, τί
δή ποτ’ ἐστὶν, οὐδ’ αὐτὸ μὲν οἷόν τε ἐννοῆσαι, καθάπερ καὶ
τοῦτο ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐδείξαμεν.
ἀλλ’ ἐπειδὴ νῦν συντέμνειν βούλομαι τὸν λόγον ἐν ἐκείνοις
διὰ μακροτέρων εἰρημένον, ἤτοι τὸ τῆς θερμασίας πυρῶδες,
ἢ τὸν τόνον αὐτοῦ λέγετε. ταῦτα γὰρ ἐκ τῶν ῥήσεων
ὑμῶν ὥσπερ Λοξίου χρησμῶν ἐξευρεῖν ἠδυνήθημεν. νῦν οὖν
ἤδη καιρὸς διδάσκειν αὐτῶν τὰ γνωρίσματα. τοῦ μὲν δὴ
τόνου μεμαθήκαμέν τε καὶ χάριν ἴσμεν· ἀντιβαίνει μὲν γὰρ
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]