De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
ταῦτα τὰ γένη τὸν σφυγμὸν ἀλλοιούντων αἰτίων, ὅταν εἰς
ταὐτὸν ἥκῃ σκληρότης θερμότητι. μεγάλης μὲν οὖν τῆς καθ’
ἑκάτερον εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γινομένης οἱ σφυγμοὶ
τάχιστοι μὲν ἔσονται καὶ πυκνότατοι, μικρότατοι δ’ οὐκ ἔτι,
πλὴν εἰ καὶ τὰ τῆς δυνάμεως ἔχοι κακῶς, ὅπερ οὐχ ὑπόκειται
νῦν, ἀλλ’ ἥττους μὲν τῶν κατὰ φύσιν, οὐ μὴν εἰς ἔσχατόν γε
μικρότητος ἥκοντες. εἰ μέντοι τὰ τῆς θερμασίας ἀμέτρως ἔχοι,
τὸ δ’ ὄργανον μὴ πάνυ σκληρὸν, ἀλλ’ ὀλίγῳ γέ τινι τοῦ συμμέτρου
παραλλάττον, οὐχ ὅπως ἐλάττων τοῦ κατὰ φύσιν ἡ
διαστολὴ τῶν ἀρτηριῶν, ἀλλὰ καὶ μείζων γένοιτ’ ἄν. οἰκείων
γὰρ ὄντων σφυγμῶν τῇ μὲν σκληρότητι τῶν ὀργάνων τοῦ
μικροῦ, τῇ δ’ ἀμετρίᾳ τῆς θερμασίας τοῦ μεγάλου, κατὰ λόγον
ἐν τοιαύταις διαθέσεσιν ὁ σφυγμὸς μέγας γίγνεται, συνεξομοιούμενος
τῷ κρατοῦντι, ὥσπερ ὅταν ἡ σκληρότης κρατῇ,
μικρός· ταχὺς μέντοι πάντως ὁπότερον ἂν τῶν αἰτίων πλεονεκτῇ,
καὶ πολὺ μᾶλλον, ὅταν ἡ θερμασία. τηνικαῦτα δὲ
καὶ ἡ πυκνότης ἐπιφανεστέρα. λοιπὴ δ’ ἂν εἴη συζυγία κατὰ
τὰ νῦν προκείμενα γένη τῶν σφυγμῶν, ὅταν εἰς ταὐτὸν ἀφίκηται
μαλακότητι ψύξις. ὄντος δὲ κᾀνταῦθα τοῦ μὲν μεγάλου
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]