Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

ὀκτώ· δύο μὲν, ὅταν ἐκλυθείσης ἅμα τῆς τε δυνάμεως καὶ τῆς χρείας ποτὲ μὲν μαλακώτερον αὐτοῦ γένηται τὸ ὄργανον, ποτὲ δὲ σκληρότερον, δύο δ’ ἄλλαι τῆς μὲν δυνάμεως ἐκλυθείσης, τῆς δὲ χρείας ἐπιταθείσης, τῶν δ’ ὀργάνων ἢ μαλακῶν ἢ σκληρῶν γενομένων, καὶ ἄλλαι δύο τῆς μὲν δυνάμεως ἐῤῥωμένης, τῆς χρείας δὲ ἐκλελυμένης ἅμα τῇ τῶν ὀργάνων ὑπαλλαττομένῃ διαφορᾷ. δύο δὲ λοιπαὶ τῆς μὲν δυνάμεως ἐῤῥωμένης, τῆς δὲ χρείας ἐπιτεταμένης, ἅμα τῇ προειρημένῃ τῶν ὀργάνων διαφορᾷ. ἐκλυθείσης μὲν οὖν τῆς δυνάμεως ἅμα καὶ τῆς χρείας εἰς μικρότητα μὲν καὶ βραδύτητα πάντως οἱ σφυγμοὶ τρέπονται καθ’ ἑκατέραν τῶν ὀργάνων τὴν διαφορὰν, πυκνοῦνται δ’ οὐκ ἐξ ἀνάγκης, ὥσπερ οὐδ’ ἀραιοῦνται, ἀλλὰ τούτων ἑκάτερον αὐτοῖς ἐν μέρει προσγίνεται παρά τε τὴν τῶν ὀργάνων διαφορὰν καὶ τὸ ποσὸν τῆς βλάβης καθ’ ἑκάστην τῶν συνεκτικῶν αἰτίων. ὀλίγης μὲν γὰρ οὔσης τῆς ἐν τῇ δυνάμει βλάβης καὶ τῶν ὀργάνων μὴ πάνυ σκληρῶν ὑπαρχόντων οὐδεμία γίνεται κατὰ πυκνότητα σφυγμῶν ἀλλοίωσις. ἐῤῥέθη γὰρ καὶ πρόσθεν ὅτι μὴ τοὺς σφυγμοὺς μόνους, ἀλλὰ καὶ πάσας ἁπλῶς τὰς ἐνεργείας πυκνοῦσθαι συμβαίνει

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]