Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

κατὰ μόνας μὲν, ὅταν μικρότατος ὁ σφυγμὸς γένηται, ἤτοι τῶν ὀργάνων σκληροτάτων ἀποτελεσθέντων ἢ τῆς δυνάμεως ἀῤῥωστούσης ἐσχάτως· ἀρκεῖ γὰρ καὶ τὸ ἕτερον αὐτῶν ὁποτερονοῦν, ὡς εἴρηται, βλαβὲν μικρότερον ἐργάσασθαι τὸν σφυγμόν· κατὰ σύνδυο δὲ, ὥσπερ ὅταν ἐσχάτως μὲν γένηται μικρὸς, οὐκ εἰς ἔσχατον δὲ βλάβης ἥκῃ τι τῶν εἰρημένων αἰτίων, ἀλλ’ ἑκάτερον αὐτῶν τοσοῦτον ἀπολείπηται τῆς ἄκρας βλάβης, ὥστε τὸν ἐξ ἀμφοῖν ἀποτελούμενον σφυγμὸν ὁμοίως ἠλλοιῶσθαι τῷ διὰ θάτερον ἐσχάτως βεβλαμμένῳ. οὕτω δὲ καὶ εἰ τὰ τρία γένη τῶν αἰτίων εἰς ἑνὸς σφυγμοῦ γένεσιν συνδράμοι, ποιήσειεν ἄν ποτε τηλικαύτην ἀλλοίωσιν, ὅση καὶ δι’ ἓν ἐξ αὐτῶν ἄκρως βεβλαμμένον ἐγένετο. καὶ χρὴ τούτου μεμνῆσθαι παρὰ πάντα τὸν λόγον, ὅπως μή τις ἐξαπατηθεὶς τὴν ἐξ ἁπάντων τῶν αἰτίων ἐσχάτως βεβλαμμένων γινομένην ἀλλοίωσιν ἐξ ἀνάγκης ἡγῆται μείζονα τῆς ἐξ ἑνὸς ὑπάρχειν. ἀρκεῖ γὰρ, ὡς εἴρηται, δι’ ἓν ὁτιοῦν αἴτιον ἀκριβῶς βεβλαμμένον εἰς ἐσχάτην ἀλλοίωσιν ἀφικέσθαι τοὺς σφυγμούς. ἡ γοῦν τῆς δυνάμεως εἰς τοὔσχατον κατάπτωσις

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]