Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

μικροτάτους ἐργάζεται τοὺς σφυγμοὺς, κᾂν μαλακοὶ μὲν οἱ χιτῶνες οἱ τῶν ὀργάνων ὑπάρχωσιν, ἐπείγῃ δὲ ἡ χρεία, ὥστε καὶ τούτου πάλιν ἐν τῷ καθόλου μεμνῆσθαι χρήσιμον, ὡς πολλάκις μὲν εἰς τὴν τῶν ἐσχάτων σφυγμῶν γένεσιν πλειόνων αἰτίων δεῖ, πολλάκις δ’ ἓν ἀπόχρη. μέγιστος μὲν γὰρ οὐ γένοιτο δι’ εὐρωστίαν ἄκραν δυνάμεως, εἰ μὴ καὶ τἄλλα συντελῇ, μικρότατος δ’ ἄν ποτε γένοιτο δι’ ἀῤῥωστίαν. καὶ τό γε τούτου θαυμασιώτερον, τῶν λοιπῶν αἰτίων πολλάκις τὸν ἐναντιώτατον σφυγμὸν οἰκεῖον ἐχόντων, καὶ καθ’ ἓν ἐξ αὐτῶν τὸ κρατοῦν ἡ τροπὴ γίνεται. κρατεῖ δ’ ἄλλο, νῦν μὲν εἰ τύχοι. δυνάμεως ἀῤῥωστία, δι’ ἣν μικρότατος ὁ σφυγμὸς ἐγένετο, αὖθις δ’ ὀργάνων σκληρότης, καὶ αὖθις πάλιν χρείας κατάλυσις. ὥσπερ γὰρ ἀῤῥωστούσης ἐσχάτως τῆς δυνάμεως οὐκ ἂν οὔθ’ ἡ μαλακότης τῶν ὀργάνων οὔθ’ ἡ τῆς χρείας ἔπειξις αὐξήσει τὸ μέγεθος, οὕτω καὶ κατασκληρυνθέντων τῶν ὀργάνων οὐδὲν οὔθ’ ἡ δύναμις ἐῤῥωμένη συντελέσει πρὸς τὸ μέγεθος οὔθ’ ἡ τῆς χρείας ἔπειξις. ὥσπερ δὲ δι’ ἓν αἴτιον ἐσχάτως βεβλαμμένον ἐσχάτη σφυγμῶν ἀλλοίωσις γίνεται

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]