Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Pulsuum (Causes of Pulses)

Kühn 1825

πολλάκις, οὕτως ἔστιν ὅτε πάντων ἅμα τῶν αἰτίων εἰς ἑνὸς σφυγμοῦ γένεσιν συντελούντων οὐδέπω τὴν ἐσχάτην ἀλλοίωσιν ἔσχηκεν ὁ πρὸς αὐτῶν ἀποτελούμενος. εἰ γὰρ ἅμα μὲν ἄῤῥωστος ἡ δύναμις, ἅμα δὲ ἡ σκληρότης μὲν τῶν ὀργάνων, ἔκλυσις δὲ τῆς χρείας, οὐδ’ οὕτως ἀναγκαῖον μικρότατον γενέσθαι τὸν σφυγμὸν, καίτοι πάντων τῶν εἰρημένων αἰτίων μικρὸν γεννᾷν πεφυκότων. ἀλλ’ ἐὰν μήτε ἓν ὁτιοῦν ἐξ αὐτῶν εἰς ἔσχατον ἥκῃ βλάβης μήτε τὸ ἐξ ἁπάντων ἀθροιζόμενον κεφάλαιον ἴσον ᾖ τῇ καθ’ ἓν μεγίστῃ κακώσει, τὸν σφυγμὸν οὐκ ἐνδέχεται γενέσθαι μικρότατον. ὅπερ οὖν ἔφην, οὐδὲν οὕτω σκοπεῖν χρὴ κατὰ τὰς ἀλλοιώσεις τῶν σφυγμῶν, ὡς τὸ ποσὸν τῆς βλάβης τῶν αἰτίων. ἀλλὰ τοῦτο μὲν κᾀν τοῖς περὶ τῆς δι’ αὐτῶν προγνώσεως ἐροῦμεν, ἐν δὲ τῷ παρόντι λόγῳ μεταβῶμεν ἐπὶ τὴν τρίτην τε καὶ τετάρτην συζυγίαν τῶν ὀκτὼ τῶν προειρημένων, ἐνταῦθά που καταλιπόντες ἤδη τὸν περὶ τῶν πρώτων δυοῖν λόγον. εἰ γάρ τι καὶ παρεῖται κατὰ ταύτας, ῥᾳδίως ἐκ τῶν προειρημένων ἂν εὑρεθήσεται. ὅταν οὖν ἀῤῥωστῇ μὲν ἡ δύναμις, ἐπείγῃ δ’ ἡ χρεία, 

Work

Title: Galen: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 1-204

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_074.xml [423 Kb]