De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
τε καὶ ἐπινενευκὼς ἑκατέρωσε πλέον ἢ κατὰ τὴν κοινὴν
φύσιν, οὐ νοσήματος, ἤ τινος ὅλως αἰτίας παρὰ φύσιν, ἀλλὰ
φυσικῆς διαπλάσεως ἐργασαμένης αὐτόν. ἅπερ εἰ μὴ γινώσκομεν,
ὁπότ’ εἴη φύσει, μέγιστα σφαλησόμεθα. γίγνεται μὲν
γὰρ, ὡς εἴρηται, μύουρος ὁ σφυγμὸς ἔν τισι παρὰ φύσιν αἰτίοις·
εὑρίσκεται μέντοι τισὶ καὶ κατὰ τὴν τῆς διαπλάσεως
ἰδιότητα, καθάπερ καὶ ὁ ἐπινενευκώς τε καὶ περινενευκὼς
ὀνομαζόμενός ἐστιν, ὅ γε μὲν οὖν οὕτω τῆς ἀρτηρίας κατασκευασθείσης
ὡς τὸ μέσον αὐτῆς μόνον ὑπὸ τῷ δέρματι
τετάχθαι ψιλῷ, τὰ δ’ ἑκατέρωθεν ἀθροώτερον ἐγκαταβαίνειν
τῷ βάθει. γίνεται δὲ καὶ δι’ ἀῤῥωστίαν δυνάμεως, ἀδυνατούσης
ἐπαίρειν τὰ βαρύνοντα· καὶ ὅταν γε τὸ τοιοῦτον πάθος
ἰσχυρότερον αὐτῇ γένηται, καμπήν τινα φαίνεται κατὰ
τὸ ὕψος ἔχειν ὁ σφυγμὸς, οὐ κύκλου περιφέρειαν, ἥντινα
καμπὴν οὐ κακῶς ὁ Ἀρχιγένης ὀνομάζει γωνίωσιν. οὐκέτι
γὰρ ὡς κύκλου περιφέρεια τὸ ὕψος τῆς ἀρτηρίας, ἀλλ’ ὡς
τριγώνου κορυφὴ κινεῖ τὴν ἁφήν. ἔτι δὲ μᾶλλον αὐτῇ γίγνεται
τοῦτο φριττούσῃ τε καὶ πηγνυμένῃ διὰ ψύξιν, ἢ ὁπωσοῦν
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]