De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ἄξει· ὅσα δ’ ἀπωτέρω τε καὶ διὰ μικρῶν, ἧττόν τε καὶ
βραδύτερον. οὕτως δὲ καὶ ὅσα μέν ἐστι σκληρὰ καὶ
σύντονα καὶ νεύρων πλείστων μετέχει σκληρῶν, ἑτοίμως
ταῦτα τοὺς σφυγμοὺς ἐργάζεται σκληροὺς, ὅσα δὲ ἐναντία,
μαλακούς. ὅσα δ’ αἰσθητικὰ, βλάψει τὴν δύναμιν ἑκατέραν
τὴν βλάβην. ὥστε οὐδὲν χαλεπὸν ἐξευρεῖν αὐτόν τινα καθ’
αὑτὸν ἕκαστον τῶν μορίων, ὁποῖόν τινα τὸν σφυγμὸν ἐργάζεται
καθ’ ἕκαστον πάθος, οἷον αὐτίκα κύστις καὶ μήτρα
τῇ θέσει μὲν οὐδὲν ἀλλήλων διαφέρουσι, σκληροτέρα δ’
ἐστὶ καὶ νευρωδεστέρα ἡ κύστις· ὥστε καὶ τοὺς σφυγμοὺς
φλεγμαίνουσα μᾶλλον τῆς μήτρας ἐργάζεται σκληροὺς, ἀλλοιώσει
δὲ θᾶττόν τε καὶ μᾶλλον αὐτοὺς εἰς μέγεθός τε καὶ
μικρότητα καὶ τὰς ἄλλας διαφορὰς ἡ μήτρα. μείζους τε
γὰρ ἀρτηρίας ἔχει καὶ φλέβας καὶ πολὺ πρότερον ἀποφυομένας
τῶν κατὰ ῥάχιν ἀγγείων τῶν μεγάλων ἤπερ αἱ εἰς τὴν
κύστιν ἥκουσαι. τὰ δὲ τῆς ὀδύνης ἀμφοτέροις τοῖς ὀργάνοις,
ὅσον μὲν ἐπὶ τῷ νευρῷ ἐξ ἴσου μετέχειν, ὡσαύτως, ὅσον δ’
ἐπὶ τῷ πυκνότερον καὶ σκληρότερον εἶναι τὸ τῆς κυστέως
σῶμα, μείζους ἐν τούτῳ. τὰ γὰρ ἐν πυκνοτέροις σώμασιν
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]