De Crisibus (On Crises)
Kühn 1825
συγκεχύσθαι τὰς προσηγορίας. ὅσον δ’ εἰς τὴν χρείαν διαφέρει,
ῥᾷστον ἐξευρεῖν, ὅτι τῶν κατὰ φύσιν οὔρων ὅρος ὁ τῆς
ἀκριβοῦς τοῦ αἵματος πέψεως πρῶτος καιρός ἐστιν ἐν τοῖς
ὑγιαίνουσιν ἄριστα σώμασι. ὁ δὴ τοῦτο θεασάμενος, εἶθ’
οἷον κανόνα τινὰ τῶν ἄλλων οὔρων ἑαυτῷ ποιησάμενος, ἐξευρήσει
ῥᾳδίως τὰς ἀλλοιούσας αὐτὸ διαθέσεις. εἰ μὲν γὰρ τὴν
χρόαν ἀκριβῶς ἐπιφυλάττει, ὑπόστασίν τε καὶ λευκὴν καὶ
λείαν καὶ ὁμαλὴν καὶ πολλὴν ποιεῖται, πέψεως μὲν ἂν εἴη γε
καὶ οὕτως ἀκριβοῦς γνώρισμα. πλέονα δὲ τὸν ὠμὸν ὀνομαζόμενον
χυμὸν ἐκκαθαίρεσθαι δηλοῖ. διὰ τοῦτο καὶ τοῖς
παιδίοις σχεδὸν ἅπασι καὶ τῶν τελείων τοῖς ἀργῶς διαιτωμένοις,
ἢ ἄλλως ἐμπιπλαμένοις ἱκανὴν ὑπόστασιν ἴσχει τὰ
οὖρα. πλεῖον γὰρ ἐν τούτοις ἅπασι τὸ ἀκατέργαστόν τε καὶ
ὠμὸν, τοῖς μὲν διὰ τὴν ἀργίαν, τοῖς δὲ διὰ τὴν πλησμονὴν,
τοῖς παιδίοις δὲ καὶ διὰ τὴν πλησμονὴν, ἀδδηφάγοι γὰρ μᾶλλον,
ἀλλὰ καὶ διότι μία τῆς γαστρὸς ἐνέργεια δυοῖν ἑτέραις
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]