De Crisibus (On Crises)
Kühn 1825
ἐνεργείαις ἱκανῶς ἐξαρκεῖν ἀδύνατος, αὐξήσει τε ἅμα καὶ
θρέψει. πρὶν οὖν ἀκριβῶς ἐν αὐτῇ πεφθῆναι τὴν τροφὴν,
ἕλκει τὸ σῶμα. κᾀντεῦθεν πλεῖστον τὸν ὠμὸν ἀθροίζει χυμόν.
διὰ τοῦτο καὶ τοῖς ἐξ ἀργίας τε καὶ πλησμονῆς πυρέττουσιν,
ἢν σώζεσθαι μέλλουσι, ἐξ ἀνάγκης ὑφίσταται πλεῖστον. ἔμπαλιν
δὲ τοῖς ἐξ ἐνδείας καὶ πόνου πυῤῥὰ μὲν καὶ χολώδη τὰ
οὖρα, λύεται γὰρ ἡ νοῦσος καὶ πρὶν ὑποστῆναι πολλάκις.
ἀρκεῖ γὰρ ἐπὶ τούτων καὶ νεφέλη καὶ ἐναιώρημα χρηστόν.
τοιοῦτον δ’ ἐστὶ τὸ λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. καὶ γὰρ
οὖν αὐτῶν τῶν ὑγιαινόντων τοῖς πονοῦσι πλέον καὶ ἧττον
προσφερομένοις σιτία χολωδέστερα τὰ οὖρα. διόπερ οὐδὲ
ἁπλῶς ὁ Ἱπποκράτης ἔψεξε τὸ πυῤῥὸν, ἀλλ’ ὅταν ἅμα τῷ
τοιοῦτον εἶναι καὶ λεπτὸν ὑπάρχῃ. λέγει γ’ οὖν ᾧδε· ἔστ’
ἂν δὲ πυῤῥὸν εἴη τὸ οὖρον καὶ λεπτὸν, ἄπεπτον σημαίνει τὸ
νόσημα εἶναι. δῆλον δὲ καὶ ὡς οὐδὲ ὑφίσταταί τι τοῖς τοιούτοις
οὔροις. οὐ γὰρ ἐγχωρεῖ τὸ λεπτὸν ἱκανῶς, οὐδὲ εἰ πάμπολυν
χρόνον ἀτρεμοῦν ἀποκέοιτο, λαβεῖν τινα διάκρισιν,
ὥστε τὸ μὲν ἐμφερόμενον αὐτῷ παχύτερον ὑποστῆναι, τὸ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]