Digital Corpus for Graeco-Arabic Studies

Galen: De Crisibus (On Crises)

Kühn 1825

τὸ πλεῖστόν γε τὴν δευτέραν ἡμέραν, τὸ μὴ δυνάμενον ἐξωτέρω τῆς πρώτης ἐκταθῆναι νόσημα ἑβδομάδος, μέγιστα τοῦτον εἰκὸς ἁμαρτάνειν. εἰ μὲν οὖν ἅπαξ, ἢ δίς ποτε σφαλείη περὶ τὸ τοιοῦτον, συγγνωστός· εἰ δ’ ὅλως οὐκ οἴεται πρόγνωσιν οὐδεμίαν εἶναι τῆς ἐσομένης ἀκμῆς τοῦ νοσήματος, οὐδὲ σμικρὸν οὗτος ἐπαΐει τέχνης ἰατρικῆς. ἐγώ γ’ οὖν τοσοῦτον ἀποδέω τοῦ τὸ μέλλον πᾶν ἄγνωστον ὑπολαμβάνειν, ὥστ’ εἰς ἐπιστήμην βεβαίαν ἐνίοτε ἥκειν αὐτὸ πείθομαι. τί γὰρ ἂν, εἴ τις εὐθὺς κατὰ τὴν πρώτην ἡμέραν οὐδὲν ἔχων σημεῖον κινδυνῶδες, ἀλλὰ καὶ προσέτι σύμπαντα σωτήρια, πυρέττοι μὲν ὀξέως, οὐροίη δὲ εὔχρουν τε ἅμα καὶ συμμέτρως παχὺ, ἆρα οὐ πρόδηλον ἰατρῷ τοῖς ἔργοις τῆς τέχνης προσηδρευκότι περὶ μὲν πρώτην τετράδα τὸ τοιοῦτον κριθήσεσθαι; καὶ μᾶλλον, εἰ νεφέλη τις, ἢ ἐναιώρημα χρηστὸν αὐτῷ γένοιτο, καὶ πολὺ δὲ μᾶλλον, εἰ καὶ ὑπόστασις ἀγαθή; ἀλλὰ δὴ τοῦτο διὰ συντόμου μὲν εἴρηται, μαθεῖν δ’ οὐκ ἐνδέχεται διὰ συντόμου αὐτό. πάντα γὰρ χρὴ ἐπίστασθαι τὰ ἀγαθά τε καὶ κακὰ σημεῖα τὸν ἀκριβῶς αὐτὰ προγνωσόμενον.

Work

Title: Galen: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 550-768

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_077.xml [443 Kb]