De Crisibus (On Crises)
Kühn 1825
ἀκριβῶς ἂν ἐγίνετο. τριῶν μὲν δὴ τριταίων ἐπιπλοκὴ κατὰ
τὴν δευτέραν εὐθὺς ἡμῖν ἐφαίνετο σαφῶς. τὸ δ’ ὅτι καὶ προληπτικῶς
παροξυνόντων, ἐπὶ τῆς τρίτης πρῶτον ἐγνώσθη.
δευτέρας μὲν γὰρ ὥρας ὁ παροξυσμὸς εἰσέβαλλεν, οὐ πέμπτης,
ὥσπερ ἐν τῇ πρώτῃ. τὰ δὲ τῆς τριταίας περιόδου γνωρίσματα
πάντα ἐναργέστερα τῶν ἐπὶ τῆς πρώτης ἡμέρας ἐκόμισεν. ἐντεῦθεν
δὲ παραφυλάττοντες ἅπαντας εὕρομεν τοὺς παροξυσμοὺς
ἢ δυσὶν, ἢ τρισὶν ὥραις προλαμβάνοντας, ὥστε καὶ
τὸν ἀνάλογον τῷ πρώτῳ κατὰ τὴν περίοδον ἀπαντῶντα, τῇ
μὲν πέμπτῃ τῶν ἡμερῶν ἀνίσχοντος ἡλίου γενέσθαι, τῇ δ’
ἑβδόμῃ πολὺ θᾶττον, ὡς περὶ ὥραν που τῆς νυκτὸς ἐννάτην,
εἶθ’ ὁ μετὰ τοῦτον ἀνάλογον, ὥρᾳ νυκτὸς ἑβδόμῃ. ὁ δ’ ἐφεξῆς
τετάρτῃ ἐγένετο, τοὐντεῦθεν δὲ πάλιν ὁ μὲν ἐφεξῆς τετάρτῃ,
ὁ δ’ ἐπὶ τούτῳ πέμπτῃ, εἶθ’ ἕκτῃ αὖθις, εἶτ’ ὀγδόῃ, ὁ δέκατος
ἀπὸ τῆς ἀρχῆς ἐγένετο παροξυσμός. ἀνάλογον δὲ τούτῳ
καὶ οἱ ἄλλοι δύο μετὰ τὴν ἑβδόμην περίοδον οὐ μόνον οὐ
προελάμβανον, ἀλλὰ καὶ ὑστέριζον, ὅτε δὴ καὶ σαφέστατον
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]