De Crisibus (On Crises)
Kühn 1825
τὴν φύσιν ἀκριβῶς αὐτῶν ἐπίστασθαι. παραπλήσιον γάρ τι
συμβαίνει κατὰ τὰς τῶν νοσημάτων γνώσεις τῷ καθ’ ὅλον
τὸν βίον ἅπασιν ἡμῖν ὑπάρχοντι. τοὺς μὲν γὰρ συνηθεστάτους
τῶν φίλων ἐκ μακροῦ διαστήματος εὐθύς τε καὶ κατὰ
τὴν πρώτην προσβολὴν τῆς αἰσθήσεως γνωρίζομεν· εἰ
δ’ ἅπαξ, ἢ δίς τινα τύχοιμεν ἰδόντες, ἢ πλεονάκις μὲν, ἀλλὰ
μὴ συνεχῶς, οὐκ ἔθ’ ὁμοίως τοῦτον οὔτε ἐκ μακροῦ διαστήματος
οὔτε ταχέως γνωρίζομεν, ἀλλ’ ἐνίοτε μέχρι παμπόλλου
χρόνου διαποροῦμέν τε καὶ ἀμφιβάλλομεν, ἆρά γε Κορίσκος,
εἰ οὕτως ἔτυχεν, ἢ Σωκράτης ἐστίν. οὕτως οὖν ἔχει κᾀπὶ τῶν
νοσημάτων. ἴδιος ἑκάστου χαρακτήρ ἐστιν, ὃν ὁ πολλάκις τεθεαμένος
ἔξ ἑτοίμου διαγινώσκει, καὶ μάλιστ’ ἐπειδὰν ἁπλοῦς
τε καὶ μόνος ὑπάρχῃ. τῶν μὲν οὖν χωρὶς τόπου πεπονθότος
ἐπὶ χυμοῖς τισι διασηπομένοις ἀναπτομένων πυρετῶν τρεῖς
εἰσιν οἱ πρῶτοι καὶ ἁπλοῖ χαρακτῆρες, ὅ τε τῶν φλεγματικῶν
καὶ ὁ τῶν μελαγχολικῶν καὶ ὁ τῶν πικροχόλων, οὓς εἴ τις
ἀκριβῶς ἀσκήσειε, διαγινώσκειν ἕκαστον ἰδίᾳ καὶ μόνον, οὐκ
ἂν ἔτι χαλεπῶς οὐδὲ τὰς μίξεις οὕτως αὐτῶν ἐξευρίσκοι.
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]