De Crisibus (On Crises)
Kühn 1825
καὶ κεφαλαλγοῦσι, ἀναθυμιωμένου τινὸς ἐκ τοῦ
χολώδους χυμοῦ, καὶ προσέτι τῇ κατὰ νεῦρα συμπαθείᾳ. τὰ
δὲ τῶν αἱμοῤῥαγιῶν ἴδια μαρμαρυγαὶ μὲν, ὅτι ξανθὸς ὁ χυμὸς,
ἀμβλυωγμοὶ δὲ, ὅτι πολὺς ἀθρόως ἀναφερόμενος ἐμφράττει
τὰς ὀδοὺς τοῦ πνεύματος. οὕτω δὲ καὶ οἱ ὀφθαλμοὶ
δακρύουσι τῷ πλήθει τοῦ ῥεύματος, ὥσπερ κᾀν ταῖς ὀφθαλμίαις.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυθροὶ φαίνονται σὺν
τοῖς μήλοις ἐνίοτε καὶ ταῖς ῥισίν. ἴδιον δὲ τῶν αἱμοῤῥαγιῶν
καὶ ἡ τῶν ὑποχονδρίων σύντασις, οὐ μετ’ ὀδύνης. ἔστι γὰρ
καὶ τοῦτο τῆς ἄνω ῥοπῆς τοῦ αἵματος οὐ σμικρὸν γνώρισμα,
καθάπερ οὖν καὶ ἡ δύσπνοια· καὶ γὰρ ἥδε διεξερχομένου τοῦ
αἵματος εἰς τὸν θώρακα γίνεται, σὺν ὀδύνῃ δὲ εἴπερ ἐκταθείη
τὸ ὑποχόνδριον, οὐχ αἱμοῤῥαγίας ἐσομένης σημεῖα, ἀλλὰ
φλεγμονῆς τινος αὐτόθι γεγενημένης ἐστὶ σύμπτωμα. καὶ μὲν
δὴ καὶ τὸ τῆς κεφαλῆς ἄλγημα, κᾂν εἰ κοινὸν ἐμέτων τε καὶ
αἱμοῤῥαγιῶν εἴη σημεῖον, ἀλλά τοι κᾀνταῦθα τὸ μὲν οἷον δακνῶδες
ἐμέτου, τὸ δὲ οἷον βαρὺ καὶ διατεῖνον καὶ σφύζον καὶ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]