De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
τῶν ἀρτηριῶν γίγνεται σφήνωσις ἐξ ἀνάγκης ἐν τοῖς φλεγμαίνουσι
μορίοις οὔτε πνεῦμα μόνον ἐν τῷ κατὰ φύσιν αἱ ἀρτηρίαι
περιέχουσιν, ὡς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἀπεδείξαμεν.
εἰ δ’ οὖν ἐστί τι τοιοῦτον πάθος οἷον ἐκεῖνος οἴεται
φλεγμονή, καὶ σκίῤῥος τοιοῦτον οἷον ἐκεῖνος νομίζει, καὶ
τῶν ἄλλων ἕκαστον, ὡς αὐτὸς μὲν ἀσαφῶς ἐπὶ πολλῶν, οἱ δ’
ἀπ’ αὐτοῦ πειρῶνται διέρχεσθαι σαφέστερον, ὀλίγου δεῖν
ἀπαθῆ καταλείπει τὰ στερεὰ, μόνον ἑλκωθῆναι δυνάμενα καὶ
διατμηθῆναι καὶ θλιβῆναι καί τι τοιοῦτον ἕτερον ὑπομεῖναι
πάθημα. νοσεῖν δ’ αὐτὰ δι’ ὅλων ἑαυτῶν οὐδαμόθι φησὶ
νόσους τοιαύτας οἵας ἡμεῖς ἀπεδείξαμεν εἶναι τὰς ὀκτὼ δυσκρασίας.
καὶ μὴν ὁρᾶταί γε σύμπαντα τὰ σώματα, μέχρι καὶ
τῶν δυσπαθεστάτων, οἷον χαλκοῦ καὶ λίθου καὶ σιδήρου,
θερμαινόμενά τε καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα,
καὶ θαυμαστὸν εἰ ἀρτηρία μόνη καὶ φλὲψ καὶ νεῦρον
οὐδὲν τοιοῦτον πείσεται, καὶ τούτου θαυμαστότερον, εἰ πείσεται
μὲν, ἐνεργήσει δὲ ἀμέμπτως, οἶον ἐπὶ τῆς καρδίας, εἰ
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]