
De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
τῶν ἰσχυρῶς συντετρημένων ὀστῶν, κατ’ ἐκεῖνο μάλιστα τὸ
μέρος ὑποδῦναι τὸν φακωτὸν παρασκευάσομεν. ἕπεται δὲ
τούτου γενομένου πάντα ἑξῆς ὧν δεόμεθα σὺν ἀσφαλείᾳ τε
ἅμα καὶ τάχει· καὶ σχεδὸν, ὡς ἄν τις εἴποι, κατὰ μὲν τἄλλα
σύμπαντα καλῶς εἴρηται τοῦτο δὴ τὸ πολυθρύλητον,
Ἀρχὴ δὲ τὸ ἥμισυ παντός· ἐνταυθοῖ δ’ οὐχ ἥμισυ τοῦ παντὸς,
ἀλλ’ ἤτοι πᾶν ἢ ὀλίγου δεῖν ἅπαν ἔχοις ἂν ἐνθεὶς τὸν
φακωτόν. αὕτη μὲν οὖν ἀρίστη χειρουργία τῶν ἐν τῷ κρανίῳ
καταγμάτων· ὁπόσον δὲ ἐκκόπτειν χρὴ τοῦ πεπονθότος, ἐφεξῆς
σοί δίειμι. τὸ μὲν ἰσχυρῶς συντριβὲν ὅλον ἐξαίρειν
εἰ δ’ ἀπ’ αὐτοῦ τινες ἐπὶ πλέον ἐκτείνοιντο ῥωγμαὶ,
καθάπερ ἐνίοτε φαίνεται συμβαῖνον, οὐ χρὴ ταύταις ἕπεσθαι
μέχρι πέρατος, εὖ εἰδότας ὡς οὐδὲν βλάβος ἀκολουθήσει
διὰ τοῦτο, τῶν ἄλλων ἁπάντων ὀρθῶς πραχθέντων. ἡμεῖς
γοῦν οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις τοῦτο ποιήσαντες
ἐτύχομεν τοῦ τέλους. ἡ δ’ ἔνδειξις ἡμῖν κᾀνταῦθα
εἰκότως τῶν ποιητέων ἐκ τῆς φύσεως τῶν πεπονθότων μορίων
εὐπορήθη· ἣν γὰρ ἐπὶ τῶν ἄλλων καταγμάτων ἐπίδεσιν
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]