Digital Corpus for Graeco-Arabic Studies

Galen: De Methodo Medendi (On the Therapeutic Method)

Kühn 1825

αὐτοί τε εἶναι τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν. ἔπειτα δὲ ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπό του· ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφ’ ἑνὸς, τοῦτο ἰδεῖν ἐφ’ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν, ἢ τὸ τί παθεῖν ὑπό του. ἤκουσας, ὦ γενναιότατε, Πλάτωνος ὁμοίᾳ μεθόδῳ τὰ κατὰ τὴν ψυχὴν ἀξιοῦντος εὑρίσκειν, οἵᾳ περ Ἱπποκράτης τὰ κατὰ τὸ σῶμα· πότερον ἔτι βούλει πολλὰς πολλαχόθι αὐτοῦ τῶν συγγραμμάτων ἐκλέξω σοι ῥήσεις, ἐν αἷς ζηλοῖ τὸν Ἱπποκράτην πάντων μάλιστα τῶν ἔμπροσθεν αὐτοῦ γεγονότων; ἢ τοῦτο μὲν ἐν ἑτέρᾳ πραγματείᾳ πεποιηκὼς, ἐν ᾗ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέπτομαι, εἰς ἐκείνην ἀναπέμψω τὸν βουλόμενον; ἀποδέδεικται γὰρ, ὡς ἐγὼ νομίζω, πάνυ σαφῶς ἡ περὶ πλεῖστά τε καὶ μέγιστα δόγματα συμφωνία τῶν ἀνδρῶν· μεταβὰς δὲ τὸν ἕτερον ἤδη σοι καλέσω χορὸν μάρτυρα, τὸν ἐκ τοῦ περιπάτου, τὰς Ἱπποκράτους ἀρχὰς τῆς φυσιολογίας τιθέμενον;

Work

Title: Galen: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 10

Pages: 1-1021

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_078.xml [2.0 Mb]