De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
τινος ἧ Ἱππώνακτος ἰάμβους γραφόντων, ἤ τινος τῶν ἀπὸ τῆς τραγικῆς σκηνῆς, ὃς ἐρεῖ πρὸς αὐτόν·
Μέν’ ὦ ταλαίπωρ’ ἀτρέμα σοῖς ἐν δεμνίοις,Ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι.
ὄνειρον Ὀρέστειον διηγῇ Θεσσαλέ. οἷον τοῦτο τὸ θέατρον, ἐν ᾧ νικᾷς Ἱπποκράτην; τίνες οἱ κριταὶ καθεδοῦνται; τίνες οἳ ἀγωνοθετοῦντες; ἆρα βούλει πρώτου Πλάτωνος ἀναγνῶμεν τὴν ψῆφον; ἴσως γὰρ οὐκ ἀναίνῃ τοιοῦτον ἑλέσθαι κριτήν· ἀλλά τοί φησιν οὗτος αὐτοῖς ὀνόμασι· ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; εἰ μὲν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ σώματος, ἄνευ τῆς μεθόδου ταύτης. καλῶς γὰρ, ὦ ἑταῖρε, λέγεις· χρὴ μὲν πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. φημί. τῷ τοίνυν περὶ φύσεως σκοπεῖν τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος; ἆρ’ οὐχ ὧδε; δεῖ διανοεῖσθαι περὶ τῆς ὁτουοῦν φύσεως, πρῶτον μὲν εἰ ἁπλοῦν ἢ καὶ πολυειδές ἐστιν οὗ πέρι βουλευσόμεθα,
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]