Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
Μεταβῆναι γὰρ ἤδη καιρὸς ἐφ’ ἕτερον ὄγκου γένος, ᾧ τῆς γενέσεως ἡ ὕλη πνεῦμα φυσῶδές ἐστι. ὀνομάζεται δ’ οὐ μόνον φυσῶδες, ἀλλὰ καὶ φῦσα τὸ τοιοῦτον πνεῦμα, παχὺ καὶ ἀτμῶδες ὑπάρχον, οὐκ αἰθερῶδες τὴν οὐσίαν οὐδὲ λεπτόν· ἐννόησον δ’ αὐτοῦ τὴν φύσιν ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀναμνησθεὶς, ὁποῖος μὲν ἐν νοτίοις καταστάσεσιν, ὁποῖος δ’ ἐν βορείοις γίνεται. τῷ μὲν γὰρ ἐν νοτίοις καταστάσεσιν ἔοικε τὸ φυσῶδες· τῷ δ’ ἐν βορείοις τὸ κατὰ φύσιν ἐν ἡμῖν πνεῦμα· συμβάλλεται δ’ εἰς τὸ μὴ διαπνεῖσθαι τὸ τοιοῦτον πνεῦμα καὶ ἡ τῶν σωμάτων πύκνωσις. ὥστε καὶ ἡ ἴασις τοῦ πάθους τούτου τὸν σκοπὸν ἔνα καὶ κοινὸν ἀμφοῖν ἕξει τὴν τῶν πεπυκνωμένων σωμάτων ἀραίωσιν καὶ τὴν τῶν πεπαχυσμένων πνευμάτων λέπτυνσιν. θερμαίνων γὰρ ἱκανῶς ἄμφω δι’ οὐσίας λεπτομεροῦς ἀραιώσεις μὲν τὸ πεπυκνωμένον, λεπτυνεῖς δὲ τὸ πεπαχυσμένον. ἡ δὲ τῶν πασχόντων μορίων φύσις συνενδείξεταί σοι τήν τ’ ἐπιτήδειον ὕλην τῶν βοηθημάτων καὶ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ. τὸ γάρ τοι πνεῦμα τοῦτο
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]