Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τὸ παχὺ καὶ ἀτμῶδες ἔσθ’ ὅτε μὲν ὑπὸ τοῖς περιοστείοις ὑμέσιν ἀθροιζόμενον ἴσχεται· ποτὲ δ’ ὑπὸ τῷ περιτοναίῳ· ποτὲ δ’ ἐντὸς τῶν ἐντέρων ἢ τῆς γαστρός. ἴσχεται δέ ποτε καὶ ὑπὸ τῶν τοὺς μῦς περιεχόντων ὑμένων ἔνδον, ὥσπερ γε καὶ ὑπὸ τῶν ὑμενωδῶν τενόντων. ἴσχεται δὲ καὶ κατὰ τὰς λόγῳ θεωρητὰς χώρας ἔν τε τοῖς μυσὶ καὶ τοῖς ἄλλοις σώμασιν· ὧν χωρίων τὴν φύσιν ἐν ταῖς ἀνατομικαῖς ἔμαθες ἐγχειρήσεσιν. οὕτω γοῦν καὶ αὐτὸς ὁ μὺς ἐμφυσᾶται. καὶ κατὰ τὸ τῆς γαστρὸς ἢ τὸ τῶν ἐντέρων σῶμα κατακλείεται πνεῦμα φυσῶδες· ὅταν δὲ καὶ ψυχρὸν ἱκανῶς ᾖ τοῦτο, μεγίστην ὀδύνην παρέχει. θεραπεία δὲ κοινὴ μὲν ἁπάντων, ὡς εἴρηται, διὰ λεπτομεροῦς οὐσίας· καὶ ὅταν γε μετ’ ὀδύνης ᾖ τὸ πάθημα, τοιαύτης τὴν φύσιν ὡς πρᾳΰνειν τὰ ἀλγήματα δύνασθαι. κατὰ δὲ τὴν τῶν πασχόντων μορίων διαφορὰν ἥ θ’ ὕλη τῆς θεραπείας ὑπαλλάττεται καὶ ἡ δύναμις ἐπιτείνεται καὶ ἀμβλύνεται. διὰ τοιοῦτον οὖν πνεῦμα τῆς ὀδύνης γιγνομένης ἐν τῇ κάτω γαστρὶ, τὸ λεπτομερὲς ἔλαιον ἐνιεὶς ἅμα τοῖς ἐναφηψημένοις αὐτῷ φαρμάκοις, αὐτίκα παύσεις

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]