Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἅπαν τὸ βάθος αὐτοῦ. τινὲς μὲν δὴ κονίαν στακτὴν προσενίασιν, ἐξελέγχοντες ἑαυτοὺς ἐφ’ οἷς ἐνίεσαν ἔμπροσθεν φαρμάκοις ὑποσαρκοῦντες τὸν κόλπον. οὐ γὰρ οἷόν τε σάρκα νεωτέραν ἐπιτραφῆναι τῇ πρότερον οὔσῃ ῥύπου περικειμένου. πῶς οὖν αὐτάρκως σεσαρκωμένου τοῦ κόλπου τὸ κολλητικὸν ἐπιφέρουσι φάρμακον, εἴπερ ὡς ἱκανῶς ὄντα ῥυπαρὸν ἐπιχειροῦσι διαῤῥύπτειν τῇ κονίᾳ τῆς καθαρᾶς σαρκὸς, οὐδὲ τὸ δριμὺ μελίκρατον φερούσης; ἐπὶ ταύτης μὲν οὖν ἀρκεῖ τὸ τοιοῦτον ἐνιέμενον, ὡς ἂν καὶ πίνοι τις ἡδέως αὐτό. καὶ μετά γε τὸ μελίκρατον ἐφεξῆς εἴωθα, πρὶν ἐπιθεῖναι τὸ κολλητικὸν φάρμακον, ἐκκλύζειν τὸν κόλπον ποτὲ μὲν οἴνῳ μόνῳ, ποτὲ δὲ οἰνομέλιτι. πρὸς μὲν γὰρ τὸ περιῤῥῦψαί τε καὶ ἀποκαθῆραι τοὺς περὶ αὐτὸν ἰχῶρας ἄμεινον τὸ μελίκρατον· εἰς δὲ τὴν μέλλουσαν κόλλησιν ὁ οἶνος. ἔστω δὲ μέσος γλυκύτητός τε καὶ στύψεως. καὶ μέντοι καὶ μετὰ τὴν ἐπίθεσιν τοῦ κολλήσοντος φαρμάκου σπόγγος καινὸς ἐξ οἰνομέλιτος μόνος περιβαλλέσθω μαλακὸς ὡς ἔνι μάλιστα· καὶ ἡ ἐπίδεσις ἀπὸ μὲν τοῦ πυθμένος ἀρχέσθω τοῦ κόλπου, τελευτάτω δὲ ἐπὶ τὸ στόμιον. αἱ δὲ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]