Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
ὀθόνιον ἐκ τῆς αὐτῆς ἐμπλάστρου κεχρισμένον, ὃ περιλήψεται
σύμπαν ἐν κύκλῳ τὸ στόμιον· εἶναι δ’ αὐτὸ χρὴ μὴ πάνυ
προστετυπωμένον, ἀλλ’ ὥστε δύνασθαι τὸν ἰχῶρα τοῦ κόλπου
πάντα κενοῦσθαι δι’ αὐτοῦ. κατὰ μὲν οὖν τὴν πρώτην τε καὶ
δευτέραν ἡμέραν ἐὰν ἐκκρίνῃ ταύτης ἰχὼρ λεπτὸς ἐκ τοῦ κόλπου,
μὴ πάνυ τῆς κολλήσεως ἀπέλπιζε. πολλάκις γὰρ ἡ τοῦ
περιβαλλομένου φαρμάκου τῷ πεπονθότι μορίῳ δύναμις
ἐκθλίβει σφοδρῶς ἔκ τε τοῦ δέρματος αὐτοῦ καὶ τῆς ὑποκειμένης
σαρκὸς αὐτῷ ὑγρότητα λεπτὴν, ὅταν γε οὕτως ἔχῃ
διαθέσεως τὸ τοῦ θεραπευομένου σῶμα διὰ φυσικὴν κρᾶσιν
ἢ μοχθηρὰν δίαιταν. ἧς ἐκθλιβείσης συμμέτρως ξηρὰ γενόμενα
τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡμέραν ἢ τετάρτην
ἀπὸ τῆς ἀρχῆς, ἐὰν ἄπεπτος ἰχὼρ φαίνηται διὰ τοῦ στόματος,
γίνωσκε μὴ κεκολλῆσθαι τὸν κόλπον. ἔστω δὲ πρὸ πάντων καὶ
τὸ περιβαλλόμενον τῷ πεπονθότι μορίῳ φάρμακον ἰσχυρῶς
μὲν ξηραῖνον, οὔτε δὲ δάκνον οὔτε συντεῖνον· οἷόν ἐστι τὸ
ἡμέτερον κιῤῥὸν, ὃ χωρὶς κηροῦ σκευάζεται διὰ μεταλλικῶν
φαρμάκων ἡψημένων καὶ ἐλαίου κικίνου καὶ ὄξους. ἐναίμων
τε τραυμάτων κολλητικὸν ἀλύπως καὶ ξηραντικὸν κόλπων.
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]