Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἐάν γε δηλονότι μηδέπω πεντηκοστὸν ἔτος ἄγωσι. κατὰ δὲ τοῦ πεπονθότος μορίου χυλὸς ἐπικείσθω στρύχνου, κάλλιστον γὰρ τοῦτο φάρμακον εἰς τὰ τοιαῦτα. μὴ βουλομένου δὲ τοῦ θεραπευομένου φάρμακον οὕτως ὑγρὸν ἐπιβαλέσθαι, καὶ μάλισθ’ ὅταν προέρχεσθαί τε τῆς οἰκίας καὶ τὰ συνήθη πράττειν ἀναγκάζηται, τὸ διὰ πομφόλυγος ἐπιβλητέον, ᾧ καὶ πρὸς τοὺς ἡλκωμένους καρκίνους οἶσθα χρώμενόν με· καὶ τούτου μὴ παρόντος τῷ διὰ χαλκίτεως ἡμετέρῳ φαρμάκῳ. κατὰ δὲ τὴν δίαιταν ἐν χυλῷ πτισάνης πλεοναστέον καὶ γάλακτος ὀῤῥῷ καὶ λαχάνοις, μαλάχῃ καὶ ἀτραφάξει καὶ βλίτῳ, καὶ κατὰ καιρὸν ἐν ᾧ εἰσιν αἵ κολοκύνθαι, ταύταις χρηστέον. ἰχθύων δὲ τοῖς πετραίοις καὶ ὄρνισι πᾶσι, πλὴν ἑλείων. ἐπὶ δὲ τῶν ἐλεφαντιώντων ἡ τῶν ἐχιδνῶν ἐδωδὴ θαυμάσιόν ἐστι φάρμακον. χρὴ δὲ ἐσθίειν αὐτὰς οὕτω σκευάζοντας ὡς τοὺς θηριοτρόφους καὶ ἀσπιδοτρόφους Μάρσους ἐθεάσω, πρῶτον μὲν ἀποκοπτομένης τῆς οὐρᾶς καὶ τῆς κεφαλῆς ἄχρι δακτύλων τεττάρων, εἶτα τῶν ἔνδον ἁπάντων ἀφαιρεθέντων

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]