Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τοῦ χόνδρου ῥοφήματα, καὶ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν πτηνῶν τὰ μαλακόσαρκα, καὶ τῶν μὴ τοιούτων τὰ πτερά· καὶ μὲν δὴ καὶ ἀλεκτρυόνων τοὺς ὄρχεις διδόναι καὶ τῶν συῶν τοὺς πόδας τε καὶ τοὺς ἐγκεφάλους· τῶν μικροτέρων δὲ εἰ καὶ τὰς σαρκὰς δοίης τακερὰς, οὐδὲν βλάψειας. ἀλλὰ καὶ ὠὰ συγχωρεῖν ῥοφεῖν καὶ μάλιστα τὰς λεκίθους· ῥᾷον γὰρ αὗται πέπτονται τοῦ λευκοῦ. καὶ τῶν ὀπωρῶν δέ γε συγχωρεῖν γεύεσθαι, τῶν γε μὴ παντάπασι δυσπέπτων. ἀπέχειν δὲ μέλιτός τε καὶ νάπυος καὶ ταρίχου καὶ τῶν δριμέων ἁπάντων καὶ οἴνων δὲ τῶν παλαιῶν ἱκανῶς καὶ ὅσοι θερμοὶ φύσει. αὕτη μὲν οὖν ἡ δίαιτα τῶν πολλῶν ἐστόχασταί σοι. ὅσοι δὲ μὴ τρυφῶσι, διαιτητέον ἐστὶ ὡς οἶσθα κᾀμὲ διαιτηθέντα ποτὲ ἐν ἀκριβεῖ τριταίῳ πυρετῷ κατὰ τὸν Ἱπποκράτειον λόγον ἐν χυλῷ πτισάνης ἄχρι κρίσεως. ταῦτα μὲν ἐν τοῖς ἀκριβέσι τριταίοις.

Ἐν δὲ τοῖς μὴ ἀκριβέσι προνοεῖσθαι χρὴ μάλιστα καθ’ ὅσον οἷόν τε μήτ’ αὐξῆσαι τὸ νόσημα μήτε καταβαλεῖν τοῦ νοσοῦντος τὴν δύναμιν ἐν χρόνῳ 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]