Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

καὶ ταῖς ἀναδρομαῖς τῶν ὑστέρων ἕπεται καὶ ταῖς παρεγκλίσεσι δὲ καὶ ταῖς φλεγμοναῖς αὐτῶν πολλάκις ἀκολουθεῖ. προηγεῖται δ’ ἀποπληξίας τε καὶ κακοήθους ἐπιληψίας καὶ διαφορήσεων καὶ τῶν συγκοπῶν καὶ μαρασμῶν. ἀλλὰ καὶ συνεισβάλλει ποτὲ καταβολαῖς πυρετῶν οὐκ ὀλίγαις καὶ μάλισθ’ ὅταν ἄκρως ᾖ ξηρὸν καὶ αὐχμῶδες ἢ πληθωρικὸν ἀμέτρως τὸ σῶμα. καὶ καυσώδει δὲ καὶ κακοήθει πυρετῷ συνεισέβαλέ ποτε· καὶ τοῖς μεγάλως καταψυχθεῖσι τὰ ἄκρα τοῦ σώματος ἐν ταῖς εἰσβολαῖς τῶν πυρετῶν· καὶ ὅσοι διὰ μέγεθος φλεγμονῆς ἢ ἥπατος ἢ κοιλίας ἢ στομάχου πυρέσσουσι, καὶ οὗτοι λειποθυμοῦσι κατὰ τὰς ἀρχὰς τῶν παροξυσμῶν· μάλιστα δ’ οἷς πλῆθος χυμῶν ὠμῶν καὶ ἀπέπτων καί τις ἔμφραξις ἐπικαίρου μορίου. λειποθυμοῦσι δὲ καὶ ὅσοις τὸ στόμα τῆς γαστρὸς ἄῤῥωστον, ἢ ὑπὸ μοχθηρίας χυμῶν δάκνεται ἢ ὑπὸ παχέων ἢ γλίσχρων ἢ ὑγρῶν ἢ ψυχρῶν βαρύνεται. καὶ μὲν δὴ καὶ ψυχικῶν παθῶν ἰσχύϊ λειποθυμοῦσι τινες· μάλιστα δὲ πρεσβῦται πάσχουσιν αὐτὸ καὶ οἱ ἄλλως ἀσθενεῖς. καὶ γὰρ λυπηθέντες αὐτῶν πολλοὶ καὶ χαρέντες καὶ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]