Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

θυμωθέντες ἐλειποθύμησαν. ἀλλὰ καὶ νοτίδες ἔσθ’ ὅτε μὴ κατὰ καιρὸν τοῖς οὕτως ἔχουσιν ἐπιφαινόμεναι λειποθυμίας ἐπιφέρουσιν, ὥσπερ καὶ τοῖς ἰσχυροτέροις ἱδρῶτες ἄμετροι. καὶ εἰ ἀπόστημά τι ῥαγείη, βλάπτει τὴν δύναμιν ἰσχυρῶς· καὶ μάλιστα εἰ ῥαγὲν ἀθρόως εἰς κοιλίαν ἢ εἰς στόμαχον ἢ εἰς θώρακα συῤῥέοι. καὶ ἡμεῖς αὐτοὶ τέμνοντες ἀποστήματα εἰ τὸ πῦον ἀθρόως ἐκκενώσωμεν, ἀνάγκη λειποθυμῆσαι· καὶ εἰ καθαίροντες ἢ κλύζοντες ἢ ὁπωσοῦν κενοῦντες, ἀθροώτερον αὐτὸ δράσωμεν· οὐδὲ γὰρ οὐδὲ τὸ ἐν τοῖς ὑδέροις ὑγρὸν καί τοι περιττὸν ὂν καὶ παρὰ φύσιν ἀλύπως ἀνέχεται τὴν ἀθρόαν κένωσιν, ἀλλὰ ἀνάγκη καὶ τότε λειποθυμῆσαι τὸν ἄνθρωπον. ἀλλὰ καὶ διὰ μέγεθος ὀδύνης ἐκλύσεις γίνονται δήξεών τινων ἢ στρόφων ἢ εἰλεῶν ἢ κωλικῆς διαθέσεως ἐξαίφνης ἐμπεσούσης. ἀλλὰ καὶ νεῦρον τρωθὲν καὶ μυὸς κεφαλὴ λειποθυμίαν ἤνεγκε καὶ τὰ ἐν τοῖς ἄρθροις ἕλκη τὰ κακοήθη καὶ τὰ γαγγραινώδη καὶ νομώδη σύμπαντα καί τις ἄμετρος ψύξις ἢ θερμασία καὶ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]