Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

καὶ μὲν δὴ καὶ ὅσοις ἐπὶ τρώμασιν αἱμοῤῥαγοῦσιν, ὡσαύτως ἄνω μὲν ἐπὶ τοῖς κάτω· κάτω δ’ ἐπὶ τοῖς ἄνω τὰ δεσμὰ περιβάλλειν. ἐξευρίσκειν δέ τι καὶ ἀνάῤῥοπον σχῆμα τῷ μέρει, μὴ μέντοι πάνυ σφόδρα· τεινόμενον γὰρ ἐν τῷδε καὶ πονοῦν οὐδὲν ἧττον ἢ εἰ κατάῤῥοπον ἦν παροξύνεται. τὸ δὲ σύμπαν ἢ ἐπὶ τὰ κοινὰ ἀντισπᾷν τοῖς πεπονθόσιν ἢ ἐπὶ τὰ τῆς κενώσεως κατάρξαντα· διὰ τοῦτο τὰς μὲν ἐκ τῶν ὑστερῶν ἀθρόας κενώσεις αἱ παρὰ τοὺς τιτθοὺς προσβαλλόμεναι σικύαι τάχιστα παύουσι· τὰς δὲ διὰ τῶν ῥινῶν ἥπατί τε καὶ σπληνὶ κατὰ τὴν αἱμοῤῥαγοῦσαν ῥῖνα, καὶ εἰ δι’ ἀμφοτέρων ἀθρόον καὶ πολὺ φέροιτο, τοῖς σπλάγχνοις ἀμφοτέροις προσβάλλειν. ἰᾶται δὲ καὶ οἶνος ὕδατι ψυχρῷ κεκραμένος τὰς ἐπὶ ταῖς ἀθρόαις κενώσεσιν ἐκλύσεις καὶ μάλιστα τῶν εἰς τὴν γαστέρα ῥεπόντων ῥευμάτων. ἐπισκοπεῖσθαι δὲ ἢν μή τι κωλύῃ τὴν τοιαύτην δόσιν, οἷον εἰ σπλάγχνον τι φλεγμαῖνον ἢ κεφαλῆς ἄλγημα σφοδρότερον ἢ παρακρουστικόν τι πάθος ἢ πυρετὸς καυσώδης ἐν ἀπέπτῳ νοσήματι. μεγάλαι

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]