Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

σκεπτέον οὖν πρῶτον μὲν τὸ τῶν πυρετῶν εἶδος, εἰ θερμοὶ καὶ διακαεῖς. ἐκκρίσεσι γὰρ οἱ τοιοῦτοι φιλοῦσι κρίνεσθαι· καθάπερ οἱ μαλακώτεροί τε καὶ οἷον σμυχόμενοι χρονίζουσί τε καὶ εἰς ἀποστάσεις ὁρμῶσι τὰ πολλά. δεύτερον δὲ, εἰ σωτήριόν ἐστι τὸ νόσημα, τίς γὰρ ἀγαθὴ κρίσις ἐν τῷ ὀλεθρίῳ νοσήματι ἐλπισθείη; τρίτον ἐπὶ τοῖσδε τὸν καιρὸν τῆς ὅλης νόσου σκοπεῖν. εἰ γὰρ ἀρχῆς ἢ ἐπιδόσεως ἐστι σημεῖον μηδέπω δ’ ἀκμῆς μηδὲ πέψεως γνωρίσματα δι’ οὔρων ἢ πτυσμάτων ἢ ἀποπατημάτων, οὐκ ἐνδέχεται κρίσιν ἀγαθὴν γενέσθαι. ταῦτα μέν ἐστιν ἐξ ὧν ἄν τις ἐλπίσειε δι’ ἐκκρίσεως κριθήσεσθαι τὸ νόσημα. τοῦ δὲ νῦν ἤδη καὶ μηκέτι μέλλοντος σημεῖα τάδε· δυσφορία προηγεῖται κρίσεως ἁπάσης· καὶ εἰ μὲν ἐν ἡμέρᾳ μέλλοι κριθήσεσθαι τὸ νόσημα, νύκτωρ· εἰ δ’ ἐν νυκτὶ, δι’ ἡμέρας. εἰ οὖν τοιοῦτόν τι βλέποις, ἐπισκοπεῖσθαι δεῖ πόσην ἄγει τὴν ἀπὸ τοῦ νοσεῖν ἡμέραν ὁ ἄνθρωπος. εἰσὶ γὰρ καὶ αἳ κρίνειν πεφύκασι κᾂν βραχείας ὁρμῆς τῆς φύσεως λάβωνται. πολλοὶ δ’ ἐν μὲν ταῖς σφοδραῖς κινήσεσιν ὅλως οὐ δύνανται τὸ μέγεθος συνορᾷν 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]